TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 776
Previous part

Chapter: 7 
Verse: 1  ᾽Αγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν
καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ.
Verse: 2 
ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους
ὅτι πορευθῆναι εἰς οἶκον πότου,
καθότι τοῦτο τέλος παντὸς τοῦ ἀνθρώπου,
καὶ ζῶν δώσει εἰς καρδίαν αὐτοῦ.
Verse: 3 
ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα,
ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.
Verse: 4 
καρδία σοϕῶν ἐν οἴκῳ πένθους,
καὶ καρδία ἀϕρόνων ἐν οἴκῳ εὐϕροσύνης.
Verse: 5 
ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοϕοῦ
ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀϕρόνων·
Verse: 6 
ὅτι ὡς ϕωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα,
οὕτως γέλως τῶν ἀϕρόνων·
καί γε τοῦτο ματαιότης.
Verse: 7 
ὅτι συκοϕαντία περιϕέρει σοϕὸν
καὶ ἀπόλλυσι τὴν καρδίαν εὐτονίας αὐτοῦ.
Verse: 8 
ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτοῦ,
ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι.
Verse: 9 
μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι,
ὅτι θυμὸς ἐν κόλπῳ ἀϕρόνων ἀναπαύσεται.
Verse: 10 
μὴ εἴπῃς Τί ἐγένετο
ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας;
ὅτι οὐκ ἐν σοϕίᾳ ἐπηρώτησας περὶ τούτου.
Verse: 11 
ἀγαθὴ σοϕία μετὰ κληροδοσίας
καὶ περισσεία τοῖς θεωροῦσιν τὸν ἥλιον·
Verse: 12 
ὅτι ἐν σκιᾷ αὐτῆς σοϕία ὡς σκιὰ τοῦ ἀργυρίου,
καὶ περισσεία γνώσεως τῆς σοϕίας
ζωοποιήσει τὸν παρ' αὐτῆς.
Verse: 13 
ἰδὲ τὰ ποιήματα τοῦ θεοῦ·
ὅτι τίς δυνήσεται τοῦ κοσμῆσαι
ὃν ἂν θεὸς διαστρέψῃ αὐτόν;
Verse: 14 
ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ
καὶ ἐν ἡμέρᾳ κακίας ἰδέ·
καί γε σὺν τοῦτο σύμϕωνον τούτῳ
ἐποίησεν θεὸς περὶ λαλιᾶς,
ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ μηδέν.
Verse: 15 
Σὺν τὰ πάντα εἶδον ἐν ἡμέραις ματαιότητός μου·
ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ,
καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ.
Verse: 16 
μὴ γίνου δίκαιος πολὺ
καὶ μὴ σοϕίζου περισσά, μήποτε ἐκπλαγῇς.
Verse: 17 
μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός,
ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.
Verse: 18 
ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ,
καί γε ἀπὸ τούτου μὴ ἀνῇς τὴν χεῖρά σου,
ὅτι ϕοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα.
Verse: 19 
῾Η σοϕία βοηθήσει τῷ σοϕῷ
ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει·
Verse: 20 
ὅτι ἄνθρωπος οὐκ ἔστιν δίκαιος ἐν τῇ γῇ,
ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται.
Verse: 21 
καί γε εἰς πάντας τοὺς λόγους, οὓς λαλήσουσιν,
μὴ θῇς καρδίαν σου,
ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε,
Verse: 22 
ὅτι πλειστάκις πονηρεύσεταί σε
καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου,
ὅπως καί γε σὺ κατηράσω ἑτέρους.
Verse: 23 
Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοϕίᾳ·
εἶπα Σοϕισθήσομαι,
Verse: 24 
καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ἦν,
καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό;
Verse: 25 
ἐκύκλωσα ἐγώ, καὶ καρδία μου τοῦ γνῶναι
καὶ τοῦ κατασκέψασθαι καὶ ζητῆσαι σοϕίαν καὶ ψῆϕον
καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀϕροσύνην
καὶ σκληρίαν καὶ περιϕοράν.
Verse: 26 
καὶ εὑρίσκω ἐγὼ πικρότερον ὑπὲρ θάνατον,
σὺν τὴν γυναῖκα, ἥτις ἐστὶν θηρεύματα
καὶ σαγῆναι καρδία αὐτῆς,
δεσμοὶ χεῖρες αὐτῆς·
ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς,
καὶ ἁμαρτάνων συλλημϕθήσεται ἐν αὐτῇ.
Verse: 27 
ἰδὲ τοῦτο εὗρον, εἶπεν ᾽Εκκλησιαστής,
μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν,
Verse: 28 
ὃν ἔτι ἐζήτησεν ψυχή μου καὶ οὐχ εὗρον·
ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον
καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον.
Verse: 29 
πλὴν ἰδὲ τοῦτο εὗρον, ἐποίησεν θεὸς
σὺν τὸν ἄνθρωπον εὐθῆ,
καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.