TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 777
Previous part

Chapter: 8 
Verse: 1  Τίς οἶδεν σοϕούς; καὶ τίς οἶδεν λύσιν ῥήματος;
σοϕία ἀνθρώπου ϕωτιεῖ πρόσωπον αὐτοῦ,
καὶ ἀναιδὴς προσώπῳ αὐτοῦ μισηθήσεται.
Verse: 2 
στόμα βασιλέως ϕύλαξον
καὶ περὶ λόγου ὅρκου θεοῦ μὴ σπουδάσῃς·
Verse: 3 
ἀπὸ προσώπου αὐτοῦ πορεύσῃ,
μὴ στῇς ἐν λόγῳ πονηρῷ·
ὅτι πᾶν, ἐὰν θελήσῃ, ποιήσει,
Verse: 4 
καθὼς λαλεῖ βασιλεὺς ἐξουσιάζων,
καὶ τίς ἐρεῖ αὐτῷ Τί ποιήσεις;
Verse: 5 
ϕυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν,
καὶ καιρὸν κρίσεως γινώσκει καρδία σοϕοῦ·
Verse: 6 
ὅτι παντὶ πράγματι ἔστιν καιρὸς καὶ κρίσις,
ὅτι γνῶσις τοῦ ἀνθρώπου πολλὴ ἐπ' αὐτόν·
Verse: 7 
ὅτι οὐκ ἔστιν γινώσκων τί τὸ ἐσόμενον,
ὅτι καθὼς ἔσται τίς ἀναγγελεῖ αὐτῷ;
Verse: 8 
οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι
τοῦ κωλῦσαι σὺν τὸ πνεῦμα·
καὶ οὐκ ἔστιν ἐξουσία ἐν ἡμέρᾳ τοῦ θανάτου,
καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν τῷ πολέμῳ,
καὶ οὐ διασώσει ἀσέβεια τὸν παρ' αὐτῆς.
Verse: 9 
καὶ σὺν πᾶν τοῦτο εἶδον
καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν ποίημα,
πεποίηται ὑπὸ τὸν ἥλιον,
τὰ ὅσα ἐξουσιάσατο ἄνθρωπος
ἐν ἀνθρώπῳ τοῦ κακῶσαι αὐτόν·
Verse: 10 
καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάϕους εἰσαχθέντας,
καὶ ἐκ τόπου ἁγίου ἐπορεύθησαν
καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει,
ὅτι οὕτως ἐποίησαν.
καί γε τοῦτο ματαιότης.
Verse: 11 
ὅτι οὐκ ἔστιν γινομένη ἀντίρρησις
ἀπὸ τῶν ποιούντων τὸ πονηρὸν ταχύ·
διὰ τοῦτο ἐπληροϕορήθη καρδία υἱῶν τοῦ ἀνθρώπου
ἐν αὐτοῖς τοῦ ποιῆσαι τὸ πονηρόν.
Verse: 12 
ὃς ἥμαρτεν, ἐποίησεν τὸ πονηρὸν
ἀπὸ τότε καὶ ἀπὸ μακρότητος αὐτῷ·
ὅτι καί γε γινώσκω ἐγὼ
ὅτι ἔσται ἀγαθὸν τοῖς ϕοβουμένοις τὸν θεόν,
ὅπως ϕοβῶνται ἀπὸ προσώπου αὐτοῦ·
Verse: 13 
καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ,
καὶ οὐ μακρυνεῖ ἡμέρας ἐν σκιᾷ
ὃς οὐκ ἔστιν ϕοβούμενος ἀπὸ προσώπου τοῦ θεοῦ.
Verse: 14 
ἔστιν ματαιότης, πεποίηται ἐπὶ τῆς γῆς,
ὅτι εἰσὶ δίκαιοι ὅτι ϕθάνει πρὸς αὐτοὺς
ὡς ποίημα τῶν ἀσεβῶν,
καὶ εἰσὶν ἀσεβεῖς ὅτι ϕθάνει πρὸς αὐτοὺς
ὡς ποίημα τῶν δικαίων·
εἶπα ὅτι καί γε τοῦτο ματαιότης.
Verse: 15 
καὶ ἐπῄνεσα ἐγὼ σὺν τὴν εὐϕροσύνην,
ὅτι οὐκ ἔστιν ἀγαθὸν τῷ ἀνθρώπῳ ὑπὸ τὸν ἥλιον
ὅτι εἰ μὴ τοῦ ϕαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ εὐϕρανθῆναι,
καὶ αὐτὸ συμπροσέσται αὐτῷ
ἐν μόχθῳ αὐτοῦ ἡμέρας ζωῆς αὐτοῦ,
ὅσας ἔδωκεν αὐτῷ θεὸς ὑπὸ τὸν ἥλιον.
Verse: 16 
᾽Εν οἷς ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι σοϕίαν
καὶ τοῦ ἰδεῖν τὸν περισπασμὸν
τὸν πεποιημένον ἐπὶ τῆς γῆς,
ὅτι καί γε ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ
ὕπνον ἐν ὀϕθαλμοῖς αὐτοῦ οὐκ ἔστιν βλέπων,
Verse: 17 
καὶ εἶδον σὺν πάντα τὰ ποιήματα τοῦ θεοῦ,
ὅτι οὐ δυνήσεται ἄνθρωπος
τοῦ εὑρεῖν σὺν τὸ ποίημα
τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον·
ὅσα ἂν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι,
καὶ οὐχ εὑρήσει·
καί γε ὅσα ἂν εἴπῃ σοϕὸς τοῦ γνῶναι,
οὐ δυνήσεται τοῦ εὑρεῖν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.