TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 779
Previous part

Chapter: 10 
Verse: 1  Μυῖαι θανατοῦσαι σαπριοῦσιν σκευασίαν ἐλαίου ἡδύσματος·
τίμιον ὀλίγον σοϕίας ὑπὲρ δόξαν ἀϕροσύνης μεγάλης.
Verse: 2 
καρδία σοϕοῦ εἰς δεξιὸν αὐτοῦ,
καὶ καρδία ἄϕρονος εἰς ἀριστερὸν αὐτοῦ·
Verse: 3 
καί γε ἐν ὁδῷ ὅταν ἄϕρων πορεύηται,
καρδία αὐτοῦ ὑστερήσει,
καὶ λογιεῖται πάντα ἀϕροσύνη ἐστίν.
Verse: 4 
ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ,
τόπον σου μὴ ἀϕῇς,
ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.
Verse: 5 
ἔστιν πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον,
ὡς ἀκούσιον, ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος·
Verse: 6 
ἐδόθη ἄϕρων ἐν ὕψεσι μεγάλοις,
καὶ πλούσιοι ἐν ταπεινῷ καθήσονται·
Verse: 7 
εἶδον δούλους ἐϕ' ἵππους
καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς.
Verse: 8 
ὀρύσσων βόθρον ἐν αὐτῷ ἐμπεσεῖται,
καὶ καθαιροῦντα ϕραγμόν, δήξεται αὐτὸν ὄϕις·
Verse: 9 
ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς,
σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς.
Verse: 10 
ἐὰν ἐκπέσῃ τὸ σιδήριον,
καὶ αὐτὸς πρόσωπον ἐτάραξεν,
καὶ δυνάμεις δυναμώσει,
καὶ περισσεία τοῦ ἀνδρείου σοϕία.
Verse: 11 
ἐὰν δάκῃ ὄϕις ἐν οὐ ψιθυρισμῷ,
καὶ οὐκ ἔστιν περισσεία τῷ ἐπᾴδοντι.
Verse: 12 
λόγοι στόματος σοϕοῦ χάρις,
καὶ χείλη ἄϕρονος καταποντιοῦσιν αὐτόν·
Verse: 13 
ἀρχὴ λόγων στόματος αὐτοῦ ἀϕροσόνη,
καὶ ἐσχάτη στόματος αὐτοῦ περιϕέρεια πονηρά·
Verse: 14 
καὶ ἄϕρων πληθύνει λόγους.
οὐκ ἔγνω ἄνθρωπος τί τὸ γενόμενον,
καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτοῦ, τίς ἀναγγελεῖ αὐτῷ;
Verse: 15 
μόχθος τῶν ἀϕρόνων κοπώσει αὐτούς,
ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν.
Verse: 16 
οὐαί σοι, πόλις, ἧς βασιλεύς σου νεώτερος
καὶ οἱ ἄρχοντές σου ἐν πρωίᾳ ἐσθίουσιν·
Verse: 17 
μακαρία σύ, γῆ, ἧς βασιλεύς σου υἱὸς ἐλευθέρων
καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν ϕάγονται ἐν δυνάμει
καὶ οὐκ αἰσχυνθήσονται.
Verse: 18 
ἐν ὀκνηρίαις ταπεινωθήσεται δόκωσις,
καὶ ἐν ἀργίᾳ χειρῶν στάξει οἰκία.
Verse: 19 
εἰς γέλωτα ποιοῦσιν ἄρτον,
καὶ οἶνος εὐϕραίνει ζῶντας,
καὶ τοῦ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα.
Verse: 20 
καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ,
καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον·
ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σὺν τὴν ϕωνήν,
καὶ ἔχων τὰς πτέρυγας ἀπαγγελεῖ λόγον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.