TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 780
Previous part

Chapter: 11 
Verse: 1  ᾽Απόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος,
ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐτόν·
Verse: 2 
δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ,
ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.
Verse: 3 
ἐὰν πληρωθῶσιν τὰ νέϕη ὑετοῦ,
ἐπὶ τὴν γῆν ἐκχέουσιν·
καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορρᾷ,
τόπῳ, οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἔσται.
Verse: 4 
τηρῶν ἄνεμον οὐ σπερεῖ,
καὶ βλέπων ἐν ταῖς νεϕέλαις οὐ θερίσει,
Verse: 5 
ἐν οἷς οὐκ ἔστιν γινώσκων τίς ὁδὸς τοῦ πνεύματος.
ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοϕορούσης,
οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ θεοῦ,
ὅσα ποιήσει σὺν τὰ πάντα.
Verse: 6 
ἐν πρωίᾳ σπεῖρον τὸ σπέρμα σου,
καὶ εἰς ἑσπέραν μὴ ἀϕέτω χείρ σου,
ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, τοῦτο τοῦτο,
καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά.
Verse: 7 
καὶ γλυκὺ τὸ ϕῶς καὶ ἀγαθὸν τοῖς ὀϕθαλμοῖς
τοῦ βλέπειν σὺν τὸν ἥλιον·
Verse: 8 
ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ἄνθρωπος,
ἐν πᾶσιν αὐτοῖς εὐϕρανθήσεται
καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους,
ὅτι πολλαὶ ἔσονται·
πᾶν τὸ ἐρχόμενον ματαιότης.
Verse: 9 
Εὐϕραίνου, νεανίσκε, ἐν νεότητί σου,
καὶ ἀγαθυνάτω σε καρδία σου ἐν ἡμέραις νεότητός σου,
καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου
καὶ ἐν ὁράσει ὀϕθαλμῶν σου
καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε θεὸς ἐν κρίσει.
Verse: 10 
καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου
καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου,
ὅτι νεότης καὶ ἄνοια ματαιότης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.