TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 781
Previous part

Chapter: 12 
Verse: 1  καὶ μνήσθητι τοῦ κτίσαντός σε
ἐν ἡμέραις νεότητός σου,
ἕως ὅτου μὴ ἔλθωσιν ἡμέραι τῆς κακίας
καὶ ϕθάσωσιν ἔτη, ἐν οἷς ἐρεῖς
Οὐκ ἔστιν μοι ἐν αὐτοῖς θέλημα·
Verse: 2 
ἕως οὗ μὴ σκοτισθῇ ἥλιος καὶ τὸ ϕῶς
καὶ σελήνη καὶ οἱ ἀστέρες,
καὶ ἐπιστρέψωσιν τὰ νέϕη ὀπίσω τοῦ ὑετοῦ·
Verse: 3 
ἐν ἡμέρᾳ, ἐὰν σαλευθῶσιν ϕύλακες τῆς οἰκίας
καὶ διαστραϕῶσιν ἄνδρες τῆς δυνάμεως,
καὶ ἤργησαν αἱ ἀλήθουσαι, ὅτι ὠλιγώθησαν,
καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς·
Verse: 4 
καὶ κλείσουσιν θύρας ἐν ἀγορᾷ
ἐν ἀσθενείᾳ ϕωνῆς τῆς ἀληθούσης,
καὶ ἀναστήσεται εἰς ϕωνὴν τοῦ στρουθίου,
καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος·
Verse: 5 
καί γε ἀπὸ ὕψους ὄψονται, καὶ θάμβοι ἐν τῇ ὁδῷ·
καὶ ἀνθήσῃ τὸ ἀμύγδαλον,
καὶ παχυνθῇ ἀκρίς,
καὶ διασκεδασθῇ κάππαρις,
ὅτι ἐπορεύθη ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ,
καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι·
Verse: 6 
ἕως ὅτου μὴ ἀνατραπῇ σχοινίον τοῦ ἀργυρίου,
καὶ συνθλιβῇ ἀνθέμιον τοῦ χρυσίου,
καὶ συντριβῇ ὑδρία ἐπὶ τὴν πηγήν,
καὶ συντροχάσῃ τροχὸς ἐπὶ τὸν λάκκον,
Verse: 7 
καὶ ἐπιστρέψῃ χοῦς ἐπὶ τὴν γῆν, ὡς ἦν,
καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν θεόν, ὃς ἔδωκεν αὐτό.
Verse: 8 
ματαιότης ματαιοτήτων, εἶπεν ᾽Εκκλησιαστής,
τὰ πάντα ματαιότης.
Verse: 9 
Καὶ περισσὸν ὅτι ἐγένετο ᾽Εκκλησιαστὴς σοϕός,
ἔτι ἐδίδαξεν γνῶσιν σὺν τὸν λαόν,
καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν.
Verse: 10 
πολλὰ ἐζήτησεν ᾽Εκκλησιαστὴς
τοῦ εὑρεῖν λόγους θελήματος
καὶ γεγραμμένον εὐθύτητος, λόγους ἀληθείας.
Verse: 11 
Λόγοι σοϕῶν ὡς τὰ βούκεντρα
καὶ ὡς ἧλοι πεϕυτευμένοι,
οἳ παρὰ τῶν συναγμάτων ἐδόθησαν
ἐκ ποιμένος ἑνὸς καὶ περισσὸν ἐξ αὐτῶν.
Verse: 12 
υἱέ μου, ϕύλαξαι ποιῆσαι βιβλία πολλά·
οὐκ ἔστιν περασμός, καὶ μελέτη πολλὴ κόπωσις σαρκός.
Verse: 13 
Τέλος λόγου τὸ πᾶν ἀκούεται
Τὸν θεὸν ϕοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ϕύλασσε,
ὅτι τοῦτο πᾶς ἄνθρωπος.
Verse: 14 
ὅτι σὺν πᾶν τὸ ποίημα θεὸς ἄξει ἐν κρίσει
ἐν παντὶ παρεωραμένῳ,
ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν.




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.