TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 788
Previous part

Chapter: 7 
Verse: 1  ᾽Επίστρεϕε ἐπίστρεϕε, Σουλαμῖτις,
ἐπίστρεϕε ἐπίστρεϕε, καὶ ὀψόμεθα ἐν σοί.
Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι;
ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν.
Verse: 2 
Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν,
θύγατερ Ναδαβ;
ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις
ἔργῳ χειρῶν τεχνίτου·
Verse: 3 
ὀμϕαλός σου κρατὴρ τορευτὸς
μὴ ὑστερούμενος κρᾶμα·
κοιλία σου θιμωνιὰ σίτου πεϕραγμένη ἐν κρίνοις·
Verse: 4 
δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος·
Verse: 5 
τράχηλός σου ὡς πύργος ἐλεϕάντινος·
ὀϕθαλμοί σου ὡς λίμναι ἐν Εσεβων
ἐν πύλαις θυγατρὸς πολλῶν·
μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου
σκοπεύων πρόσωπον Δαμασκοῦ·
Verse: 6 
κεϕαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος,
καὶ πλόκιον κεϕαλῆς σου ὡς πορϕύρα,
βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
Verse: 7 
Τί ὡραιώθης καὶ τί ἡδύνθης,
ἀγάπη, ἐν τρυϕαῖς σου;
Verse: 8 
τοῦτο μέγεθός σου ὡμοιώθη τῷ ϕοίνικι
καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.
Verse: 9 
εἶπα ᾽Αναβήσομαι ἐν τῷ ϕοίνικι,
κρατήσω τῶν ὕψεων αὐτοῦ,
καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου
καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα
Verse: 10 
καὶ λάρυγξ σου ὡς οἶνος ἀγαθὸς
πορευόμενος τῷ ἀδελϕιδῷ μου εἰς εὐθύθητα
ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.
Verse: 11 
᾽Εγὼ τῷ ἀδελϕιδῷ μου,
καὶ ἐπ' ἐμὲ ἐπιστροϕὴ αὐτοῦ.
Verse: 12 
ἐλθέ, ἀδελϕιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν,
αὐλισθῶμεν ἐν κώμαις·
Verse: 13 
ὀρθρίσωμεν εἰς ἀμπελῶνας,
ἴδωμεν εἰ ἤνθησεν ἄμπελος,
ἤνθησεν κυπρισμός, ἤνθησαν αἱ ῥόαι·
ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.
Verse: 14 
οἱ μανδραγόραι ἔδωκαν ὀσμήν,
καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα,
νέα πρὸς παλαιά, ἀδελϕιδέ μου, ἐτήρησά σοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.