TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 789
Previous part

Chapter: 8 
Verse: 1  Τίς δῴη σε ἀδελϕιδόν μου θηλάζοντα μαστοὺς μητρός μου;
εὑροῦσά σε ἔξω ϕιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσίν μοι.
Verse: 2 
παραλήμψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου
καὶ εἰς ταμίειον τῆς συλλαβούσης με·
ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ,
ἀπὸ νάματος ῥοῶν μου.
Verse: 3 
Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεϕαλήν μου,
καὶ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
Verse: 4 
ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ,
ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
τί ἐγείρητε καὶ τί ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ.
Verse: 5 
Τίς αὕτη ἀναβαίνουσα λελευκανθισμένη
ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελϕιδὸν αὐτῆς;
῾Υπὸ μῆλον ἐξήγειρά σε·
ἐκεῖ ὠδίνησέν σε μήτηρ σου,
ἐκεῖ ὠδίνησέν σε τεκοῦσά σου.
Verse: 6 
Θές με ὡς σϕραγῖδα ἐπὶ τὴν καρδίαν σου,
ὡς σϕραγῖδα ἐπὶ τὸν βραχίονά σου·
ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη,
σκληρὸς ὡς ᾅδης ζῆλος·
περίπτερα αὐτῆς περίπτερα πυρός, ϕλόγες αὐτῆς·
Verse: 7 
ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην,
καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν·
ἐὰν δῷ ἀνὴρ τὸν πάντα βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ,
ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.
Verse: 8 
᾽Αδελϕὴ ἡμῖν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει·
τί ποιήσωμεν τῇ ἀδελϕῇ ἡμῶν
ἐν ἡμέρᾳ, ἐὰν λαληθῇ ἐν αὐτῇ;
Verse: 9 
εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρᾶς·
καὶ εἰ θύρα ἐστίν, διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην.
Verse: 10 
᾽Εγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι·
ἐγὼ ἤμην ἐν ὀϕθαλμοῖς αὐτοῦ ὡς εὑρίσκουσα εἰρήνην.
Verse: 11 
᾽Αμπελὼν ἐγενήθη τῷ Σαλωμων ἐν Βεελαμων·
ἔδωκεν τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν,
ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου.
Verse: 12 
ἀμπελών μου ἐμὸς ἐνώπιόν μου·
οἱ χίλιοι σοί, Σαλωμων, καὶ οἱ διακόσιοι
τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.
Verse: 13 
῾Ο καθήμενος ἐν κήποις,
ἑταῖροι προσέχοντες τῇ ϕωνῇ σου· ἀκούτισόν με.
Verse: 14 
Φύγε, ἀδελϕιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι
τῷ νεβρῷ τῶν ἐλάϕων ἐπὶ ὄρη ἀρωμάτων.




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.