TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 791
Previous part

Chapter: 2 
Verse: 1  ᾽Εγένετο δὲ ὡς ἡμέρα αὕτη
καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι κυρίου,
καὶ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν
παραστῆναι ἐναντίον τοῦ κυρίου.S
Verse: 2 
καὶ εἶπεν κύριος τῷ διαβόλῳ Πόθεν σὺ ἔρχῃ;
τότε εἶπεν διάβολος ἐνώπιον τοῦ κυρίου
Διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι.
Verse: 3 
εἶπεν δὲ κύριος πρὸς τὸν διάβολον
Προσέσχες οὖν τῷ θεράποντί μου Ιωβ,
ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς
ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής,
ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ;
ἔτι δὲ ἔχεται ἀκακίας·
σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέσαι.
Verse: 4 
ὑπολαβὼν δὲ διάβολος εἶπεν τῷ κυρίῳ
Δέρμα ὑπὲρ δέρματος·
ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει·
Verse: 5 
οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ·
εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.
Verse: 6 
εἶπεν δὲ κύριος τῷ διαβόλῳ ᾽Ιδοὺ παραδίδωμί σοι αὐτόν,
μόνον τὴν ψυχὴν αὐτοῦ διαϕύλαξον.
Verse: 7 
᾽Εξῆλθεν δὲ διάβολος ἀπὸ τοῦ κυρίου
καὶ ἔπαισεν τὸν Ιωβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεϕαλῆς.
Verse: 8 
καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ,
καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.
Verse: 9 
Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ γυνὴ αὐτοῦ
Μέχρι τίνος καρτερήσεις λέγων
Verse: 9a 
᾽Ιδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν
προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;
Verse: 9b 
ἰδοὺ γὰρ ἠϕάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς,
υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι,
οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων.
Verse: 9c 
σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος·
Verse: 9d 
κἀγὼ πλανῆτις καὶ λάτρις
τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας
προσδεχομένη τὸν ἥλιον πότε δύσεται,
ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν.
Verse: 9e 
ἀλλὰ εἰπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα.
Verse: 10 
δὲ ἐμβλέψας εἶπεν αὐτῇ
῞Ωσπερ μία τῶν ἀϕρόνων γυναικῶν ἐλάλησας·
εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ
οὐδὲν ἥμαρτεν Ιωβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ.
Verse: 11 
᾽Ακούσαντες δὲ οἱ τρεῖς ϕίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ
παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν,
Ελιϕας Θαιμανων βασιλεύς,
Βαλδαδ Σαυχαίων τύραννος,
Σωϕαρ Μιναίων βασιλεύς,
καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν
τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.
Verse: 12 
ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν
καὶ βοήσαντες ϕωνῇ μεγάλῃ ἔκλαυσαν
ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν
καὶ καταπασάμενοι γῆν.
Verse: 13 
παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας,
καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν·
ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σϕόδρα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.