TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 794
Previous part

Chapter: 5 
Verse: 1  ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται,
εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ.
Verse: 2 
καὶ γὰρ ἄϕρονα ἀναιρεῖ ὀργή,
πεπλανημένον δὲ θανατοῖ ζῆλος.
Verse: 3 
ἐγὼ δὲ ἑώρακα ἄϕρονας ῥίζαν βάλλοντας,
ἀλλ' εὐθέως ἐβρώθη αὐτῶν δίαιτα.
Verse: 4 
πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας,
κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ἐξαιρούμενος·
Verse: 5 
γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται,
αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται,
ἐκσιϕωνισθείη αὐτῶν ἰσχύς.
Verse: 6 
οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος,
οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
Verse: 7 
ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ,
νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
Verse: 8 
οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι κυρίου,
κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι
Verse: 9 
τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα,
ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
Verse: 10 
τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν,
ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν·
Verse: 11 
τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος
καὶ ἀπολωλότας ἐξεγείροντα·
Verse: 12 
διαλλάσσοντα βουλὰς πανούργων,
καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
Verse: 13 
καταλαμβάνων σοϕοὺς ἐν τῇ ϕρονήσει,
βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
Verse: 14 
ἡμέρας συναντήσεται αὐτοῖς σκότος,
τὸ δὲ μεσημβρινὸν ψηλαϕήσαισαν ἴσα νυκτί.
Verse: 15 
ἀπόλοιντο δὲ ἐν πολέμῳ,
ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
Verse: 16 
εἴη δὲ ἀδυνάτῳ ἐλπίς,
ἀδίκου δὲ στόμα ἐμϕραχθείη.
Verse: 17 
μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν κύριος·
νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.
Verse: 18 
αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν·
ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
Verse: 19 
ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται,
ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
Verse: 20 
ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου,
ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.
Verse: 21 
ἀπὸ μάστιγος γλώσσης σε κρύψει,
καὶ οὐ μὴ ϕοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
Verse: 22 
ἀδίκων καὶ ἀνόμων καταγελάσῃ,
ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ ϕοβηθῇς·
Verse: 23 
θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.
Verse: 24 
εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου οἶκος,
δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
Verse: 25 
γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου,
τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
Verse: 26 
ἐλεύσῃ δὲ ἐν τάϕῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος
ὥσπερ θιμωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθεῖσα.
Verse: 27 
ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν,
ταῦτά ἐστιν ἀκηκόαμεν·
σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.