TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 793
Chapter: 4
Verse: 1
῾Υπολαβὼν
δὲ
Ελιϕας
ὁ
Θαιμανίτης
λέγει
Verse: 2
Μὴ
πολλάκις
σοι
λελάληται
ἐν
κόπῳ
;
ἰσχὺν
δὲ
ῥημάτων
σου
τίς
ὑποίσει
;
Verse: 3
εἰ
γὰρ
σὺ
ἐνουθέτησας
πολλοὺς
καὶ
χεῖρας
ἀσθενοῦς
παρεκάλεσας
Verse: 4
ἀσθενοῦντάς
τε
ἐξανέστησας
ῥήμασιν
γόνασίν
τε
ἀδυνατοῦσιν
θάρσος
περιέθηκας
,
Verse: 5
νῦν
δὲ
ἥκει
ἐπὶ
σὲ
πόνος
καὶ
ἥψατό
σου
,
σὺ
δὲ
ἐσπούδασας
.
Verse: 6
πότερον
οὐχ
ὁ
ϕόβος
σού
ἐστιν
ἐν
ἀϕροσύνῃ
καὶ
ἡ
ἐλπίς
σου
καὶ
ἡ
ἀκακία
τῆς
ὁδοῦ
σου
;
Verse: 7
μνήσθητι
οὖν
τίς
καθαρὸς
ὢν
ἀπώλετο
ἢ
πότε
ἀληθινοὶ
ὁλόρριζοι
ἀπώλοντο
.
Verse: 8
καθ
'
ὃν
τρόπον
εἶδον
τοὺς
ἀροτριῶντας
τὰ
ἄτοπα
,
οἱ
δὲ
σπείροντες
αὐτὰ
ὀδύνας
θεριοῦσιν
ἑαυτοῖς
.
Verse: 9
ἀπὸ
προστάγματος
κυρίου
ἀπολοῦνται
,
ἀπὸ
δὲ
πνεύματος
ὀργῆς
αὐτοῦ
ἀϕανισθήσονται
.
Verse: 10
σθένος
λέοντος
,
ϕωνὴ
δὲ
λεαίνης
,
γαυρίαμα
δὲ
δρακόντων
ἐσβέσθη
·
Verse: 11
μυρμηκολέων
ὤλετο
παρὰ
τὸ
μὴ
ἔχειν
βοράν
,
σκύμνοι
δὲ
λεόντων
ἔλιπον
ἀλλήλους
.
Verse: 12
εἰ
δέ
τι
ῥῆμα
ἀληθινὸν
ἐγεγόνει
ἐν
λόγοις
σου
,
οὐθὲν
ἄν
σοι
τούτων
κακὸν
ἀπήντησεν
.
πότερον
οὐ
δέξεταί
μου
τὸ
οὖς
ἐξαίσια
παρ
'
αὐτοῦ
;
Verse: 13
ϕόβοι
δὲ
καὶ
ἠχὼ
νυκτερινή
,
ἐπιπίπτων
ϕόβος
ἐπ
'
ἀνθρώπους
,
Verse: 14
ϕρίκη
δέ
μοι
συνήντησεν
καὶ
τρόμος
καὶ
μεγάλως
μου
τὰ
ὀστᾶ
συνέσεισεν
,
Verse: 15
καὶ
πνεῦμα
ἐπὶ
πρόσωπόν
μου
ἐπῆλθεν
,
ἔϕριξαν
δέ
μου
τρίχες
καὶ
σάρκες
.
Verse: 16
ἀνέστην
,
καὶ
οὐκ
ἐπέγνων
·
εἶδον
,
καὶ
οὐκ
ἦν
μορϕὴ
πρὸ
ὀϕθαλμῶν
μου
,
ἀλλ
'
ἢ
αὔραν
καὶ
ϕωνὴν
ἤκουον
Verse: 17
Τί
γάρ
;
μὴ
καθαρὸς
ἔσται
βροτὸς
ἐναντίον
κυρίου
ἢ
ἀπὸ
τῶν
ἔργων
αὐτοῦ
ἄμεμπτος
ἀνήρ
;
Verse: 18
εἰ
κατὰ
παίδων
αὐτοῦ
οὐ
πιστεύει
,
κατὰ
δὲ
ἀγγέλων
αὐτοῦ
σκολιόν
τι
ἐπενόησεν
,
Verse: 19
τοὺς
δὲ
κατοικοῦντας
οἰκίας
πηλίνας
,
ἐξ
ὧν
καὶ
αὐτοὶ
ἐκ
τοῦ
αὐτοῦ
πηλοῦ
ἐσμεν
,
ἔπαισεν
αὐτοὺς
σητὸς
τρόπον
·
Verse: 20
καὶ
ἀπὸ
πρωίθεν
ἕως
ἑσπέρας
οὐκέτι
εἰσίν
,
παρὰ
τὸ
μὴ
δύνασθαι
αὐτοὺς
ἑαυτοῖς
βοηθῆσαι
ἀπώλοντο
·
Verse: 21
ἐνεϕύσησεν
γὰρ
αὐτοῖς
καὶ
ἐξηράνθησαν
,
ἀπώλοντο
παρὰ
τὸ
μὴ
ἔχειν
αὐτοὺς
σοϕίαν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.