TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 796
Previous part

Chapter: 7 
Verse: 1  πότερον οὐχὶ πειρατήριόν ἐστιν βίος ἀνθρώπου ἐπὶ τῆς γῆς
καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ζωὴ αὐτοῦ;
Verse: 2 
ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς
ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ.
Verse: 3 
οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς,
νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.
Verse: 4 
ἐὰν κοιμηθῶ, λέγω Πότε ἡμέρα;
ὡς δ' ἂν ἀναστῶ, πάλιν Πότε ἑσπέρα;
πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί.
Verse: 5 
ϕύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων,
τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.
Verse: 6 
δὲ βίος μού ἐστιν ἐλαϕρότερος λαλιᾶς,
ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι.
Verse: 7 
μνήσθητι οὖν ὅτι πνεῦμά μου ζωὴ
καὶ οὐκέτι ἐπανελεύσεται ὀϕθαλμός μου ἰδεῖν ἀγαθόν.
Verse: 8 
οὐ περιβλέψεταί με ὀϕθαλμὸς ὁρῶντός με·
οἱ ὀϕθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμὶS
Verse: 9 
ὥσπερ νέϕος ἀποκαθαρθὲν ἀπ' οὐρανοῦ.
ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ
Verse: 10 
οὐδ' οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον,
οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ἔτι τόπος αὐτοῦ.
Verse: 11 
ἀτὰρ οὖν οὐδὲ ἐγὼ ϕείσομαι τῷ στόματί μου,
λαλήσω ἐν ἀνάγκῃ ὤν,
ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
Verse: 12 
πότερον θάλασσά εἰμι δράκων,
ὅτι κατέταξας ἐπ' ἐμὲ ϕυλακήν;
Verse: 13 
εἶπα ὅτι Παρακαλέσει με κλίνη μου,
ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου·
Verse: 14 
ἐκϕοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασίν με καταπλήσσεις.
Verse: 15 
ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου,
ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.
Verse: 16 
οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω·
ἀπόστα ἀπ' ἐμοῦ, κενὸς γάρ μου βίος.
Verse: 17 
τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν
ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν
Verse: 18 
ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωὶ
καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
Verse: 19 
ἕως τίνος οὐκ ἐᾷς με
οὐδὲ προίῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ;
Verse: 20 
εἰ ἐγὼ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι,
ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων;
διὰ τί ἔθου με κατεντευκτήν σου,
εἰμὶ δὲ ἐπὶ σοὶ ϕορτίον;
Verse: 21 
καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην
καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου;
νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι,
ὀρθρίζων δὲ οὐκέτι εἰμί.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.