TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 797
Previous part

Chapter: 8 
Verse: 1  ῾Υπολαβὼν δὲ Βαλδαδ Σαυχίτης λέγει
Verse: 2 
Μέχρι τίνος λαλήσεις ταῦτα;
πνεῦμα πολυρῆμον τοῦ στόματός σου.
Verse: 3 
μὴ κύριος ἀδικήσει κρίνων
τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;
Verse: 4 
εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ,
ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν.
Verse: 5 
σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος.
Verse: 6 
εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου,
ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης·
Verse: 7 
ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα,
τὰ δὲ ἔσχατά σου ἀμύθητα.
Verse: 8 
ἐπερώτησον γὰρ γενεὰν πρώτην,
ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·
Verse: 9 
χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν,
σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς βίος.
Verse: 10 
οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσιν
καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα;
Verse: 11 
μὴ θάλλει πάπυρος ἄνευ ὕδατος
ὑψωθήσεται βούτομον ἄνευ πότου;
Verse: 12 
ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ,
πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται.
Verse: 13 
οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρίου·
ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται.
Verse: 14 
ἀοίκητος γὰρ αὐτοῦ ἔσται οἶκος,
ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται σκηνή.
Verse: 15 
ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ·
ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ·
Verse: 16 
ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου,
καὶ ἐκ σαπρίας αὐτοῦ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται.
Verse: 17 
ἐπὶ συναγωγὴν λίθων κοιμᾶται,
ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
Verse: 18 
ἐὰν καταπίῃ, τόπος ψεύσεται αὐτόν·
οὐχ ἑόρακας τοιαῦτα.
Verse: 19 
ὅτι καταστροϕὴ ἀσεβοῦς τοιαύτη,
ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει.
Verse: 20 
γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον,
πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
Verse: 21 
ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος,
τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·
Verse: 22 
οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην,
δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.