TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 816
Previous part

Chapter: 27 
Verse: 1  ῎Ετι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ
Verse: 2 
Ζῇ κύριος, ὃς οὕτω με κέκρικεν,
καὶ παντοκράτωρ πικράνας μου τὴν ψυχήν,
Verse: 3 
μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης,
πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν,
Verse: 4 
μὴ λαλήσειν τὰ χείλη μου ἄνομα,
οὐδὲ ψυχή μου μελετήσει ἄδικα.
Verse: 5 
μή μοι εἴη δικαίους ὑμᾶς ἀποϕῆναι, ἕως ἂν ἀποθάνω·
οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν.
Verse: 6 
δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι·
οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας.
Verse: 7 
οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ καταστροϕὴ τῶν ἀσεβῶν,
καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἀπώλεια τῶν παρανόμων.
Verse: 8 
καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει;
πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται;
Verse: 9 
τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος;
ἐπελθούσης αὐτῷ ἀνάγκης
Verse: 10 
μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ;
ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;
Verse: 11 
ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ κυρίου·
ἐστιν παρὰ παντοκράτορι, οὐ ψεύσομαι.
Verse: 12 
ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε.
Verse: 13 
αὕτη μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου,
κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ' αὐτούς.
Verse: 14 
ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σϕαγὴν ἔσονται·
ἐὰν δὲ καὶ ἀνδρωθῶσιν, προσαιτήσουσιν·
Verse: 15 
οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσιν,
χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει.
Verse: 16 
ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον,
ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον,
Verse: 17 
ταῦτα πάντα δίκαιοι περιποιήσονται,
τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.
Verse: 18 
ἀπέβη δὲ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη.
Verse: 19 
πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει,
ὀϕθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν.S
Verse: 20 
συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι,
νυκτὶ δὲ ὑϕείλατο αὐτὸν γνόϕος·
Verse: 21 
ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται
καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
Verse: 22 
καὶ ἐπιρρίψει ἐπ' αὐτὸν καὶ οὐ ϕείσεται·
ἐκ χειρὸς αὐτοῦ ϕυγῇ ϕεύξεται·
Verse: 23 
κροτήσει ἐπ' αὐτοῦ χεῖρας αὐτοῦ
καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.S

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.