TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 817
Previous part

Chapter: 28 
Verse: 1  ἔστιν γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται,
τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται.
Verse: 2 
σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται,
χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.
Verse: 3 
τάξιν ἔθετο σκότει,
καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται·
λίθος σκοτία καὶ σκιὰ θανάτου,
Verse: 4 
διακοπὴ χειμάρρου ἀπὸ κονίας·S
οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.
Verse: 5 
γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος,
ὑποκάτω αὐτῆς ἐστράϕη ὡσεὶ πῦρ.
Verse: 6 
τόπος σαπϕείρου οἱ λίθοι αὐτῆς,
καὶ χῶμα, χρυσίον αὐτῷ.
Verse: 7 
τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν,
καὶ οὐ παρέβλεψεν αὐτὴν ὀϕθαλμὸς γυπός·
Verse: 8 
οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων,
οὐ παρῆλθεν ἐπ' αὐτῆς λέων.
Verse: 9 
ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ,S
κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη·
Verse: 10 
δίνας δὲ ποταμῶν ἔρρηξεν,
πᾶν δὲ ἔντιμον εἶδέν μου ὀϕθαλμός·
Verse: 11 
βάθη δὲ ποταμῶν ἀνεκάλυψεν,
ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς ϕῶς.
Verse: 12 
δὲ σοϕία πόθεν εὑρέθη;
ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;
Verse: 13 
οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς,
οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις.
Verse: 14 
ἄβυσσος εἶπεν Οὐκ ἔστιν ἐν ἐμοί·
καὶ θάλασσα εἶπεν Οὐκ ἔστιν μετ' ἐμοῦ.
Verse: 15 
οὐ δώσει συγκλεισμὸν ἀντ' αὐτῆς,
καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς·
Verse: 16 
καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ωϕιρ,
ἐν ὄνυχι τιμίῳ καὶ σαπϕείρῳ·
Verse: 17 
οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος
καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ·
Verse: 18 
μετέωρα καὶ γαβις οὐ μνησθήσεται,
καὶ ἕλκυσον σοϕίαν ὑπὲρ τὰ ἐσώτατα·
Verse: 19 
οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας,
χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.S
Verse: 20 
δὲ σοϕία πόθεν εὑρέθη;
ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως;
Verse: 21 
λέληθεν πάντα ἄνθρωπον
καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη·
Verse: 22 
ἀπώλεια καὶ θάνατος εἶπανS
᾽Ακηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
Verse: 23 
θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν,
αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς·
Verse: 24 
αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐϕορᾷ
εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἐποίησεν,
Verse: 25 
ἀνέμων σταθμὸν ὕδατός τε μέτρα·
Verse: 26 
ὅτε ἐποίησεν οὕτως, ὑετὸν ἠρίθμησεν
καὶ ὁδὸν ἐν τινάγματι ϕωνάς·
Verse: 27 
τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν,S
ἑτοιμάσας ἐξιχνίασεν.
Verse: 28 
εἶπεν δὲ ἀνθρώπῳ ᾽Ιδοὺ θεοσέβειά ἐστιν σοϕία,
τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.