TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 825
Previous part

Chapter: 36 
Verse: 1  Προσθεὶς δὲ Ελιους ἔτι λέγει
Verse: 2 
Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε·
ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις.
Verse: 3 
ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν
ἔργοις δέ μου δίκαια ἐρῶ
Verse: 4 
ἐπ' ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα·
ἀδίκως συνίεις.
Verse: 5 
γίγνωσκε δὲ ὅτι κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον.
δυνατὸς ἰσχύι καρδίας
Verse: 6 
ἀσεβῆ οὐ μὴ ζωοποιήσει
καὶ κρίμα πτωχῶν δώσει.
Verse: 7 
οὐκ ἀϕελεῖ ἀπὸ δικαίου ὀϕθαλμοὺς αὐτοῦ·
καὶ μετὰ βασιλέων εἰς θρόνον
καὶ καθιεῖ αὐτοὺς εἰς νεῖκος, καὶ ὑψωθήσονται.
Verse: 8 
καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις
συσχεθήσονται ἐν σχοινίοις πενίας,
Verse: 9 
καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν
καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.S
Verse: 10 
ἀλλὰ τοῦ δικαίου εἰσακούσεται·
καὶ εἶπεν ὅτι ἐπιστραϕήσονται ἐξ ἀδικίας.
Verse: 11 
ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν,
συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς
καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.S
Verse: 12 
ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον
καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
Verse: 13 
καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν·
οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.S
Verse: 14 
ἀποθάνοι τοίνυν ἐν νεότητι ψυχὴ αὐτῶν,
δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
Verse: 15 
ἀνθ' ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον·
κρίμα δὲ πραέων ἐκθήσει.
Verse: 16 
καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ·
ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς·
καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.S
Verse: 17 
οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,
Verse: 18 
θυμὸς δὲ ἐπ' ἀσεβεῖς ἔσται
δι' ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ' ἀδικίαις.
Verse: 19 
μή σε ἐκκλινάτω ἑκὼν νοῦς
δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων,
καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.
Verse: 20 
μὴ ἐξελκύσῃς τὴν νύκτα
τοῦ ἀναβῆναι λαοὺς ἀντ' αὐτῶν·S
Verse: 21 
ἀλλὰ ϕύλαξαι μὴ πράξῃς ἄτοπα·
ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας.
Verse: 22 
ἰδοὺ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ·S
τίς γάρ ἐστιν κατ' αὐτὸν δυνάστης;
Verse: 23 
τίς δέ ἐστιν ἐτάζων αὐτοῦ τὰ ἔργα;
τίς εἴπας ῎Επραξεν ἄδικα;
Verse: 24 
μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα,
ὧν ἦρξαν ἄνδρες·
Verse: 25 
πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ,S
ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί.
Verse: 26 
ἰδοὺ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα·
ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.S
Verse: 27 
ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ,
καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεϕέλην·
Verse: 28 
ῥυήσονται παλαιώματα,S
ἐσκίασεν δὲ νέϕη ἐπὶ ἀμυθήτων βροτῶν.
Verse: 28a 
ὥραν ἔθετο κτήνεσιν,
οἴδασιν δὲ κοίτης τάξιν.
Verse: 28b 
ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου διάνοια
οὐδὲ διαλλάσσεταί σου καρδία ἀπὸ σώματος;
Verse: 29 
καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεϕέλης,
ἰσότητα σκηνῆς αὐτοῦ,
Verse: 30 
ἰδοὺ ἐκτείνει ἐπ' αὐτὸν ηδω
καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
Verse: 31 
ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς,
δώσει τροϕὴν τῷ ἰσχύοντι.
Verse: 32 
ἐπὶ χειρῶν ἐκάλυψεν ϕῶς
καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
Verse: 33 
ἀναγγελεῖ περὶ αὐτοῦ ϕίλον αὐτοῦ·
κτῆσις καὶ περὶ ἀδικίας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.