TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 826
Previous part

Chapter: 37 
Verse: 1  καὶ ταύτης ἐταράχθη καρδία μου
καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.
Verse: 2 
ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ κυρίου,
καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.
Verse: 3 
ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ,
καὶ τὸ ϕῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.
Verse: 4 
ὀπίσω αὐτοῦ βοήσεται ϕωνή,
βροντήσει ἐν ϕωνῇ ὕβρεως αὐτοῦ,
καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει ϕωνὴν αὐτοῦ.
Verse: 5 
βροντήσει ἰσχυρὸς ἐν ϕωνῇ αὐτοῦ θαυμάσια·S
ἐποίησεν γὰρ μεγάλα, οὐκ ᾔδειμεν,
Verse: 6 
συντάσσων χιόνι Γίνου ἐπὶ τῆς γῆς·
καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.
Verse: 7 
ἐν χειρὶ παντὸς ἀνθρώπου κατασϕραγίζει,S
ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.
Verse: 8 
εἰσῆλθεν δὲ θηρία ὑπὸ σκέπην,
ἡσύχασαν δὲ ἐπὶ κοίτης.
Verse: 9 
ἐκ ταμιείων ἐπέρχονται δῖναι,
ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος.
Verse: 10 
καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος,S
οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·
Verse: 11 
καὶ ἐκλεκτὸν καταπλάσσει νεϕέλη,
διασκορπιεῖ νέϕος ϕῶς αὐτοῦ.
Verse: 12 
καὶ αὐτὸς κυκλώματα διαστρέψει
ἐν θεεβουλαθω εἰς ἔργα αὐτῶν·
πάντα, ὅσα ἂν ἐντείληται αὐτοῖς,S
ταῦτα συντέτακται παρ' αὐτοῦ ἐπὶ τῆς γῆς,
Verse: 13 
ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ,
ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.S
Verse: 14 
ἐνωτίζου ταῦτα, Ιωβ·
στῆθι νουθετοῦ δύναμιν κυρίου.
Verse: 15 
οἴδαμεν ὅτι θεὸς ἔθετο ἔργα αὐτοῦ
ϕῶς ποιήσας ἐκ σκότους.
Verse: 16 
ἐπίσταται δὲ διάκρισιν νεϕῶν,
ἐξαίσια δὲ πτώματα πονηρῶν.
Verse: 17 
σοῦ δὲ στολὴ θερμή·
ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.
Verse: 18 
στερεώσεις μετ' αὐτοῦ εἰς παλαιώματα,
ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.S
Verse: 19 
διὰ τί; δίδαξόν με τί ἐροῦμεν αὐτῷ·
καὶ παυσώμεθα πολλὰ λέγοντες.
Verse: 20 
μὴ βίβλος γραμματεύς μοι παρέστηκεν,
ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω;
Verse: 21 
πᾶσιν δ' οὐχ ὁρατὸν τὸ ϕῶς,
τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν,S
ὥσπερ τὸ παρ' αὐτοῦ ἐπὶ νεϕῶν.
Verse: 22 
ἀπὸ βορρᾶ νέϕη χρυσαυγοῦντα·
ἐπὶ τούτοις μεγάλη δόξα καὶ τιμὴ παντοκράτορος.
Verse: 23 
καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ·
τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;
Verse: 24 
διὸ ϕοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι,
ϕοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοϕοὶ καρδίᾳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.