TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 828
Previous part

Chapter: 39 
Verse: 1  εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάϕων πέτρας,S
ἐϕύλαξας δὲ ὠδῖνας ἐλάϕων;
Verse: 2 
ἠρίθμησας δὲ αὐτῶν μῆνας πλήρεις τοκετοῦ,
ὠδῖνας δὲ αὐτῶν ἔλυσας;
Verse: 3 
ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω ϕόβου;
ὠδῖνας αὐτῶν ἐξαποστελεῖς;
Verse: 4 
ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι,
ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.S
Verse: 5 
τίς δέ ἐστιν ἀϕεὶς ὄνον ἄγριον ἐλεύθερον,
δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;
Verse: 6 
ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον
καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα·S
Verse: 7 
καταγελῶν πολυοχλίας πόλεως,
μέμψιν δὲ ϕορολόγου οὐκ ἀκούων
Verse: 8 
κατασκέψεται ὄρη νομὴν αὐτοῦ
καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.S
Verse: 9 
βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι
κοιμηθῆναι ἐπὶ ϕάτνης σου;
Verse: 10 
δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ,
ἑλκύσει σου αὔλακας ἐν πεδίῳ;
Verse: 11 
πέποιθας δὲ ἐπ' αὐτῷ, ὅτι πολλὴ ἰσχὺς αὐτοῦ,
ἐπαϕήσεις δὲ αὐτῷ τὰ ἔργα σου;
Verse: 12 
πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον,
εἰσοίσει δέ σου τὸν ἅλωνα;
Verse: 13 
πτέρυξ τερπομένων νεελασα,
ἐὰν συλλάβῃ ασιδα καὶ νεσσα·
Verse: 14 
ὅτι ἀϕήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς
καὶ ἐπὶ χοῦν θάλψει
Verse: 15 
καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ
καὶ θηρία ἀγροῦ καταπατήσει·
Verse: 16 
ἀπεσκλήρυνεν τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτῇ,
εἰς κενὸν ἐκοπίασεν ἄνευ ϕόβου·
Verse: 17 
ὅτι κατεσιώπησεν αὐτῇ θεὸς σοϕίαν
καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει.
Verse: 18 
κατὰ καιρὸν ἐν ὕψει ὑψώσει,
καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.S
Verse: 19 
σὺ περιέθηκας ἵππῳ δύναμιν,
ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ ϕόβον;
Verse: 20 
περιέθηκας δὲ αὐτῷ πανοπλίαν,
δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ;
Verse: 21 
ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ,
ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι·
Verse: 22 
συναντῶν βέλει καταγελᾷ
καὶ οὐ μὴ ἀποστραϕῇ ἀπὸ σιδήρου·
Verse: 23 
ἐπ' αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα,
Verse: 24 
καὶ ὀργῇ ἀϕανιεῖ τὴν γῆν
καὶ οὐ μὴ πιστεύσῃ, ἕως ἂν σημάνῃ σάλπιγξ·
Verse: 25 
σάλπιγγος δὲ σημαινούσης λέγει Εὖγε,
πόρρωθεν δὲ ὀσϕραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ.
Verse: 26 
ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ
ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον;
Verse: 27 
ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός,
γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται
Verse: 28 
ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύϕῳ;S
Verse: 29 
ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα,
πόρρωθεν οἱ ὀϕθαλμοὶ αὐτοῦ σκοπεύουσιν·S
Verse: 30 
νεοσσοὶ δὲ αὐτοῦ ϕύρονται ἐν αἵματι,
οὗ δ' ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.