TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 829
Previous part

Chapter: 40 
Verse: 1  Καὶ ἀπεκρίθη κύριος θεὸς τῷ Ιωβ καὶ εἶπεν
Verse: 2 
Μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ,
ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν;S
Verse: 3 
῾Υπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
Verse: 4 
Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον
ἀκούων τοιαῦτα οὐθὲν ὤν;
ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα;
χεῖρα θήσω ἐπὶ στόματί μου·
Verse: 5 
ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
Verse: 6 
῎Ετι δὲ ὑπολαβὼν κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέϕους
Verse: 7 
Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσϕύν σου,
ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι·
Verse: 8 
μὴ ἀποποιοῦ μου τὸ κρίμα.
οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἵνα ἀναϕανῇς δίκαιος;
Verse: 9 
βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου,
ϕωνῇ κατ' αὐτὸν βροντᾷς;
Verse: 10 
ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν,
δόξαν δὲ καὶ τιμὴν ἀμϕίεσαι·
Verse: 11 
ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ,
πᾶν δὲ ὑβριστὴν ταπείνωσον,
Verse: 12 
ὑπερήϕανον δὲ σβέσον,
σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,
Verse: 13 
κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν,
τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·
Verse: 14 
ὁμολογήσω ἄρα ὅτι δύναται δεξιά σου σῶσαι.
Verse: 15 
ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί·
χόρτον ἴσα βουσὶν ἐσθίει.
Verse: 16 
ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ' ὀσϕύι,
δὲ δύναμις ἐπ' ὀμϕαλοῦ γαστρός·
Verse: 17 
ἔστησεν οὐρὰν ὡς κυπάρισσον,
τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·
Verse: 18 
αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι,
δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.
Verse: 19 
τοῦτ' ἔστιν ἀρχὴ πλάσματος κυρίου,
πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
Verse: 20 
ἐπελθὼν δὲ ἐπ' ὄρος ἀκρότομον
ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ·
Verse: 21 
ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται
παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον·
Verse: 22 
σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα
σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου.
Verse: 23 
ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ,
πέποιθεν ὅτι προσκρούσει Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ.
Verse: 24 
ἐν τῷ ὀϕθαλμῷ αὐτοῦ δέξεται αὐτόν,
ἐνσκολιευόμενος τρήσει ῥῖνα;S
Verse: 25 
ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ,
περιθήσεις δὲ ϕορβεὰν περὶ ῥῖνα αὐτοῦ;
Verse: 26 
εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ,S
ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;
Verse: 27 
λαλήσει δέ σοι δεήσει,
ἱκετηρίᾳ μαλακῶς;
Verse: 28 
θήσεται δὲ διαθήκην μετὰ σοῦ,
λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
Verse: 29 
παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ
δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;
Verse: 30 
ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη,
μεριτεύονται δὲ αὐτὸν Φοινίκων γένη;
Verse: 31 
πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ
καὶ ἐν πλοίοις ἁλιέων κεϕαλὴν αὐτοῦ.S
Verse: 32 
ἐπιθήσεις δὲ αὐτῷ χεῖρα
μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ,
καὶ μηκέτι γινέσθω.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.