TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 830
Previous part

Chapter: 41 
Verse: 1  οὐχ ἑόρακας αὐτὸν
οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας;
Verse: 2 
οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι;
τίς γάρ ἐστιν ἐμοὶ ἀντιστάς;
Verse: 3 
τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ,
εἰ πᾶσα ὑπ' οὐρανὸν ἐμή ἐστιν;
Verse: 4 
οὐ σιωπήσομαι δι' αὐτόν,
καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.S
Verse: 5 
τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ;
εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;
Verse: 6 
πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει;
κύκλῳ ὀδόντων αὐτοῦ ϕόβος.
Verse: 7 
τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι,
σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος·
Verse: 8 
εἷς τοῦ ἑνὸς κολλῶνται,S
πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν·
Verse: 9 
ἀνὴρ τῷ ἀδελϕῷ αὐτοῦ προσκολληθήσεται,
συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν.S
Verse: 10 
ἐν πταρμῷ αὐτοῦ ἐπιϕαύσκεται ϕέγγος,
οἱ δὲ ὀϕθαλμοὶ αὐτοῦ εἶδος ἑωσϕόρου.
Verse: 11 
ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι
καὶ διαρριπτοῦνται ἐσχάραι πυρός·
Verse: 12 
ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς
καμίνου καιομένης πυρὶ ἀνθράκων·
Verse: 13 
ψυχὴ αὐτοῦ ἄνθρακες,
ϕλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται.
Verse: 14 
ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις,
ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια.
Verse: 15 
σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται·
καταχέει ἐπ' αὐτόν, οὐ σαλευθήσεται.S
Verse: 16 
καρδία αὐτοῦ πέπηγεν ὡς λίθος,
ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος.
Verse: 17 
στραϕέντος δὲ αὐτοῦ ϕόβος θηρίοις τετράποσιν
ἐπὶ γῆς ἁλλομένοις.
Verse: 18 
ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν
δόρυ ἐπηρμένον καὶ θώρακα·S
Verse: 19 
ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα,
χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν·
Verse: 20 
οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον,
ἥγηται μὲν πετροβόλον χόρτον·
Verse: 21 
ὡς καλάμη ἐλογίσθησαν σϕῦραι,S
καταγελᾷ δὲ σεισμοῦ πυρϕόρου.
Verse: 22 
στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς,
πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος.
Verse: 23 
ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον,
ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον,
Verse: 24 
τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον·
ἐλογίσατο ἄβυσσον εἰς περίπατον.S
Verse: 25 
οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ
πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου·
Verse: 26 
πᾶν ὑψηλὸν ὁρᾷ,
αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.