TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 831
Previous part

Chapter: 42 
Verse: 1  ῾Υπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
Verse: 2 
Οἶδα ὅτι πάντα δύνασαι,
ἀδυνατεῖ δέ σοι οὐθέν.
Verse: 3 
τίς γάρ ἐστιν κρύπτων σε βουλήν;
ϕειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν;
τίς δὲ ἀναγγελεῖ μοι οὐκ ᾔδειν,
μεγάλα καὶ θαυμαστὰ οὐκ ἠπιστάμην;
Verse: 4 
ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω·
ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον.
Verse: 5 
ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον,
νυνὶ δὲ ὀϕθαλμός μου ἑόρακέν σε·
Verse: 6 
διὸ ἐϕαύλισα ἐμαυτὸν καὶ ἐτάκην,
ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
Verse: 7 
᾽Εγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ιωβ εἶπεν κύριος Ελιϕας τῷ Θαιμανίτῃ
῞Ημαρτες σὺ καὶ οἱ δύο ϕίλοι σου·
οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν
ὥσπερ θεράπων μου Ιωβ.
Verse: 8 
νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς
καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ,
καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν·
Ιωβ δὲ θεράπων μου εὔξεται περὶ ὑμῶν,
ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι·S
εἰ μὴ γὰρ δι' αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς·
οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ιωβ.
Verse: 9 
ἐπορεύθη δὲ Ελιϕας Θαιμανίτης καὶ Βαλδαδ Σαυχίτης καὶ Σωϕαρ Μιναῖος
καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς κύριος,
καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ.
Verse: 10 
δὲ κύριος ηὔξησεν τὸν Ιωβ·
εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν ϕίλων αὐτοῦ ἀϕῆκεν αὐτοῖς τὴν ἁμαρτίαν·
ἔδωκεν δὲ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ιωβ εἰς διπλασιασμόν.
Verse: 11 
ἤκουσαν δὲ πάντες οἱ ἀδελϕοὶ αὐτοῦ καὶ αἱ ἀδελϕαὶ αὐτοῦ
πάντα τὰ συμβεβηκότα αὐτῷ
καὶ ἦλθον πρὸς αὐτὸν
καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου·
ϕαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτόν,
καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν αὐτῷ κύριος·
ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον.
Verse: 12 
δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ τὰ ἔμπροσθεν·
ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια,
κάμηλοι ἑξακισχίλιαι,
ζεύγη βοῶν χίλια,
ὄνοι θήλειαι νομάδες χίλιαι.
Verse: 13 
γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς·
Verse: 14 
καὶ ἐκάλεσεν τὴν μὲν πρώτην ῾Ημέραν,
τὴν δὲ δευτέραν Κασίαν,
τὴν δὲ τρίτην ᾽Αμαλθείας κέρας·
Verse: 15 
καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτῶν ἐν τῇ ὑπ' οὐρανόν·
ἔδωκεν δὲ αὐταῖς πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελϕοῖς.
Verse: 16 
ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα,
τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ·
καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν·
Verse: 17 
καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.S
Verse: 17a 
γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν κύριος ἀνίστησιν.
Verse: 17b 
Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου
ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ιδουμαίας καὶ ᾽Αραβίας,
προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ιωβαβ·
Verse: 17c 
λαβὼν δὲ γυναῖκα ᾽Αράβισσαν γεννᾷ υἱόν, ὄνομα Εννων,
ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε, τῶν Ησαυ υἱῶν υἱός, μητρὸς δὲ Βοσορρας,
ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ.
Verse: 17d 
καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ, ἧς καὶ αὐτὸς ἦρξεν χώρας·
πρῶτος Βαλακ τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα·
μετὰ δὲ Βαλακ Ιωβαβ καλούμενος Ιωβ·
μετὰ δὲ τοῦτον Ασομ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας·
μετὰ δὲ τοῦτον Αδαδ υἱὸς Βαραδ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ.
Verse: 17e 
οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν ϕίλοι·
Ελιϕας τῶν Ησαυ υἱῶν Θαιμανων βασιλεύς,
Βαλδαδ Σαυχαίων τύραννος,
Σωϕαρ Μιναίων βασιλεύς.




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.