TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 840
Chapter: 9
Verse: 1
Θεὲ
πατέρων
καὶ
κύριε
τοῦ
ἐλέους
ὁ
ποιήσας
τὰ
πάντα
ἐν
λόγῳ
σου
Verse: 2
καὶ
τῇ
σοϕίᾳ
σου
κατασκευάσας
ἄνθρωπον
,
ἵνα
δεσπόζῃ
τῶν
ὑπὸ
σοῦ
γενομένων
κτισμάτων
Verse: 3
καὶ
διέπῃ
τὸν
κόσμον
ἐν
ὁσιότητι
καὶ
δικαιοσύνῃ
καὶ
ἐν
εὐθύτητι
ψυχῆς
κρίσιν
κρίνῃ
,
Verse: 4
δός
μοι
τὴν
τῶν
σῶν
θρόνων
πάρεδρον
σοϕίαν
καὶ
μή
με
ἀποδοκιμάσῃς
ἐκ
παίδων
σου
.
Verse: 5
ὅτι
ἐγὼ
δοῦλος
σὸς
καὶ
υἱὸς
τῆς
παιδίσκης
σου
,
ἄνθρωπος
ἀσθενὴς
καὶ
ὀλιγοχρόνιος
καὶ
ἐλάσσων
ἐν
συνέσει
κρίσεως
καὶ
νόμων
·
Verse: 6
κἂν
γάρ
τις
ᾖ
τέλειος
ἐν
υἱοῖς
ἀνθρώπων
,
τῆς
ἀπὸ
σοῦ
σοϕίας
ἀπούσης
εἰς
οὐδὲν
λογισθήσεται
.
Verse: 7
σύ
με
προείλω
βασιλέα
λαοῦ
σου
καὶ
δικαστὴν
υἱῶν
σου
καὶ
θυγατέρων
·
Verse: 8
εἶπας
οἰκοδομῆσαι
ναὸν
ἐν
ὄρει
ἁγίῳ
σου
καὶ
ἐν
πόλει
κατασκηνώσεώς
σου
θυσιαστήριον
,
μίμημα
σκηνῆς
ἁγίας
,
ἣν
προητοίμασας
ἀπ
'
ἀρχῆς
.
Verse: 9
καὶ
μετὰ
σοῦ
ἡ
σοϕία
ἡ
εἰδυῖα
τὰ
ἔργα
σου
καὶ
παροῦσα
,
ὅτε
ἐποίεις
τὸν
κόσμον
,
καὶ
ἐπισταμένη
τί
ἀρεστὸν
ἐν
ὀϕθαλμοῖς
σου
καὶ
τί
εὐθὲς
ἐν
ἐντολαῖς
σου
.
Verse: 10
ἐξαπόστειλον
αὐτὴν
ἐξ
ἁγίων
οὐρανῶν
καὶ
ἀπὸ
θρόνου
δόξης
σου
πέμψον
αὐτήν
,
ἵνα
συμπαροῦσά
μοι
κοπιάσῃ
,
καὶ
γνῶ
τί
εὐάρεστόν
ἐστιν
παρὰ
σοί
.
Verse: 11
οἶδε
γὰρ
ἐκείνη
πάντα
καὶ
συνίει
καὶ
ὁδηγήσει
με
ἐν
ταῖς
πράξεσί
μου
σωϕρόνως
καὶ
ϕυλάξει
με
ἐν
τῇ
δόξῃ
αὐτῆς
·
Verse: 12
καὶ
ἔσται
προσδεκτὰ
τὰ
ἔργα
μου
,
καὶ
διακρινῶ
τὸν
λαόν
σου
δικαίως
καὶ
ἔσομαι
ἄξιος
θρόνων
πατρός
μου
.
Verse: 13
τίς
γὰρ
ἄνθρωπος
γνώσεται
βουλὴν
θεοῦ
;
ἢ
τίς
ἐνθυμηθήσεται
τί
θέλει
ὁ
κύριος
;
Verse: 14
λογισμοὶ
γὰρ
θνητῶν
δειλοί
,
καὶ
ἐπισϕαλεῖς
αἱ
ἐπίνοιαι
ἡμῶν
·
Verse: 15
ϕθαρτὸν
γὰρ
σῶμα
βαρύνει
ψυχήν
,
καὶ
βρίθει
τὸ
γεῶδες
σκῆνος
νοῦν
πολυϕρόντιδα
.
Verse: 16
καὶ
μόλις
εἰκάζομεν
τὰ
ἐπὶ
γῆς
καὶ
τὰ
ἐν
χερσὶν
εὑρίσκομεν
μετὰ
πόνου
·
τὰ
δὲ
ἐν
οὐρανοῖς
τίς
ἐξιχνίασεν
;
Verse: 17
βουλὴν
δέ
σου
τίς
ἔγνω
,
εἰ
μὴ
σὺ
ἔδωκας
σοϕίαν
καὶ
ἔπεμψας
τὸ
ἅγιόν
σου
πνεῦμα
ἀπὸ
ὑψίστων
;
Verse: 18
καὶ
οὕτως
διωρθώθησαν
αἱ
τρίβοι
τῶν
ἐπὶ
γῆς
,
καὶ
τὰ
ἀρεστά
σου
ἐδιδάχθησαν
ἄνθρωποι
,
καὶ
τῇ
σοϕίᾳ
ἐσώθησαν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.