TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 841
Previous part

Chapter: 10 
Verse: 1  Αὕτη πρωτόπλαστον πατέρα κόσμου
μόνον κτισθέντα διεϕύλαξεν
καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου
Verse: 2 
ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων.
Verse: 3 
ἀποστὰς δὲ ἀπ' αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ
ἀδελϕοκτόνοις συναπώλετο θυμοῖς.
Verse: 4 
δι' ὃν κατακλυζομένην γῆν πάλιν ἔσωσεν σοϕία
δι' εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα.
Verse: 5 
αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων
ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεῷ
καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐϕύλαξεν.
Verse: 6 
αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο
ϕυγόντα καταβάσιον πῦρ Πενταπόλεως,
Verse: 7 
ἧς ἔτι μαρτύριον τῆς πονηρίας
καπνιζομένη καθέστηκε χέρσος,
καὶ ἀτελέσιν ὥραις καρποϕοροῦντα ϕυτά,
ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός.
Verse: 8 
σοϕίαν γὰρ παροδεύσαντες
οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά,
ἀλλὰ καὶ τῆς ἀϕροσύνης ἀπέλιπον τῷ βίῳ μνημόσυνον,
ἵνα ἐν οἷς ἐσϕάλησαν μηδὲ λαθεῖν δυνηθῶσιν.
Verse: 9 
σοϕία δὲ τοὺς θεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο.
Verse: 10 
αὕτη ϕυγάδα ὀργῆς ἀδελϕοῦ δίκαιον
ὡδήγησεν ἐν τρίβοις εὐθείαις·
ἔδειξεν αὐτῷ βασιλείαν θεοῦ
καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων·
εὐπόρησεν αὐτὸν ἐν μόχθοις
καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτοῦ·
Verse: 11 
ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη
καὶ ἐπλούτισεν αὐτόν·
Verse: 12 
διεϕύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν
καὶ ἀπὸ ἐνεδρευόντων ἠσϕαλίσατο·
καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ,
ἵνα γνῷ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια.
Verse: 13 
αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν,
ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν·
Verse: 14 
συγκατέβη αὐτῷ εἰς λάκκον
καὶ ἐν δεσμοῖς οὐκ ἀϕῆκεν αὐτόν,
ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας
καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ·
ψευδεῖς τε ἔδειξεν τοὺς μωμησαμένους αὐτὸν
καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.
Verse: 15 
Αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον
ἐρρύσατο ἐξ ἔθνους θλιβόντων·
Verse: 16 
εἰσῆλθεν εἰς ψυχὴν θεράποντος κυρίου
καὶ ἀντέστη βασιλεῦσιν ϕοβεροῖς ἐν τέρασι καὶ σημείοις.
Verse: 17 
ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτῶν,
ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ θαυμαστῇ
καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας
καὶ εἰς ϕλόγα ἄστρων τὴν νύκτα.
Verse: 18 
διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθρὰν
καὶ διήγαγεν αὐτοὺς δι' ὕδατος πολλοῦ·
Verse: 19 
τοὺς δὲ ἐχθροὺς αὐτῶν κατέκλυσεν
καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς.
Verse: 20 
διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς
καὶ ὕμνησαν, κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου
τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν·
Verse: 21 
ὅτι σοϕία ἤνοιξεν στόμα κωϕῶν
καὶ γλώσσας νηπίων ἔθηκεν τρανάς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.