TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 847
Previous part

Chapter: 16 
Verse: 1  Διὰ τοῦτο δι' ὁμοίων ἐκολάσθησαν ἀξίως
καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν.
Verse: 2 
ἀνθ' ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου
εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν
τροϕὴν ἡτοίμασας ὀρτυγομήτραν,
Verse: 3 
ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροϕὴν
διὰ τὴν εἰδέχθειαν τῶν ἐπαπεσταλμένων
καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέϕωνται,
αὐτοὶ δὲ ἐπ' ὀλίγον ἐνδεεῖς γενόμενοι
καὶ ξένης μετάσχωσι γεύσεως.
Verse: 4 
ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσιν,
τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζοντο.
Verse: 5 
Καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθεν θηρίων θυμὸς
δήγμασίν τε σκολιῶν διεϕθείροντο ὄϕεων,
οὐ μέχρι τέλους ἔμεινεν ὀργή σου·
Verse: 6 
εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν
σύμβολον ἔχοντες σωτηρίας εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου·
Verse: 7 
γὰρ ἐπιστραϕεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσῴζετο,
ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα.
Verse: 8 
καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν
ὅτι σὺ εἶ ῥυόμενος ἐκ παντὸς κακοῦ·
Verse: 9 
οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινεν δήγματα,
καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν,
ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασθῆναι·
Verse: 10 
τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες,
τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθεν καὶ ἰάσατο αὐτούς.
Verse: 11 
εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο
καὶ ὀξέως διεσῴζοντο,
ἵνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην
ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας.
Verse: 12 
καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτούς,
ἀλλὰ σός, κύριε, λόγος πάντας ἰώμενος.
Verse: 13 
σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις
καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις·
Verse: 14 
ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ,
ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέϕει
οὐδὲ ἀναλύει ψυχὴν παραλημϕθεῖσαν.
Verse: 15 
Τὴν δὲ σὴν χεῖρα ϕυγεῖν ἀδύνατόν ἐστιν·
Verse: 16 
ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς
ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώθησαν
ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις
καὶ πυρὶ καταναλισκόμενοι.
Verse: 17 
τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννύντι ὕδατι
πλεῖον ἐνήργει τὸ πῦρ,
ὑπέρμαχος γὰρ κόσμος ἐστὶν δικαίων·
Verse: 18 
ποτὲ μὲν γὰρ ἡμεροῦτο ϕλόξ,
ἵνα μὴ καταϕλέξῃ τὰ ἐπ' ἀσεβεῖς ἀπεσταλμένα ζῷα,
ἀλλ' αὐτοὶ βλέποντες εἰδῶσιν ὅτι θεοῦ κρίσει ἐλαύνονται·
Verse: 19 
ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν ϕλέγει,
ἵνα ἀδίκου γῆς γενήματα διαϕθείρῃ.
Verse: 20 
ἀνθ' ὧν ἀγγέλων τροϕὴν ἐψώμισας τὸν λαόν σου
καὶ ἕτοιμον ἄρτον ἀπ' οὐρανοῦ παρέσχες αὐτοῖς ἀκοπιάτως
πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν·
Verse: 21 
μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα ἐνεϕάνιζεν γλυκύτητα,
τῇ δὲ τοῦ προσϕερομένου ἐπιθυμίᾳ ὑπηρετῶν
πρὸς τις ἐβούλετο μετεκιρνᾶτο.
Verse: 22 
χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ καὶ οὐκ ἐτήκετο,
ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς
κατέϕθειρε πῦρ ϕλεγόμενον ἐν τῇ χαλάζῃ
καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον·
Verse: 23 
τοῦτο πάλιν δ', ἵνα τραϕῶσιν δίκαιοι,
καὶ τῆς ἰδίας ἐπιλέλησται δυνάμεως.
Verse: 24 
῾Η γὰρ κτίσις σοὶ τῷ ποιήσαντι ὑπηρετοῦσα
ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων
καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπὶ σοὶ πεποιθότων.
Verse: 25 
διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη
τῇ παντοτρόϕῳ σου δωρεᾷ ὑπηρέτει
πρὸς τὴν τῶν δεομένων θέλησιν,
Verse: 26 
ἵνα μάθωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, κύριε,
ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέϕουσιν ἄνθρωπον,
ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ.
Verse: 27 
τὸ γὰρ ὑπὸ πυρὸς μὴ ϕθειρόμενον
ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο,
Verse: 28 
ὅπως γνωστὸν ὅτι δεῖ ϕθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου
καὶ πρὸς ἀνατολὴν ϕωτὸς ἐντυγχάνειν σοι·
Verse: 29 
ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται
καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.