TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 848
Chapter: 17
Verse: 1
Μεγάλαι
γάρ
σου
αἱ
κρίσεις
καὶ
δυσδιήγητοι
·
διὰ
τοῦτο
ἀπαίδευτοι
ψυχαὶ
ἐπλανήθησαν
.
Verse: 2
ὑπειληϕότες
γὰρ
καταδυναστεύειν
ἔθνος
ἅγιον
ἄνομοι
δέσμιοι
σκότους
καὶ
μακρᾶς
πεδῆται
νυκτὸς
κατακλεισθέντες
ὀρόϕοις
ϕυγάδες
τῆς
αἰωνίου
προνοίας
ἔκειντο
.
Verse: 3
λανθάνειν
γὰρ
νομίζοντες
ἐπὶ
κρυϕαίοις
ἁμαρτήμασιν
ἀϕεγγεῖ
λήθης
παρακαλύμματι
ἐσκορπίσθησαν
θαμβούμενοι
δεινῶς
καὶ
ἰνδάλμασιν
ἐκταρασσόμενοι
.
Verse: 4
οὐδὲ
γὰρ
ὁ
κατέχων
αὐτοὺς
μυχὸς
ἀϕόβους
διεϕύλαττεν
,
ἦχοι
δ
'
ἐκταράσσοντες
αὐτοὺς
περιεκόμπουν
,
καὶ
ϕάσματα
ἀμειδήτοις
κατηϕῆ
προσώποις
ἐνεϕανίζετο
.
Verse: 5
καὶ
πυρὸς
μὲν
οὐδεμία
βία
κατίσχυεν
ϕωτίζειν
,
οὔτε
ἄστρων
ἔκλαμπροι
ϕλόγες
καταυγάζειν
ὑπέμενον
τὴν
στυγνὴν
ἐκείνην
νύκτα
.
Verse: 6
διεϕαίνετο
δ
'
αὐτοῖς
μόνον
αὐτομάτη
πυρὰ
ϕόβου
πλήρης
,
ἐκδειματούμενοι
δὲ
τῆς
μὴ
θεωρουμένης
ἐκείνης
ὄψεως
ἡγοῦντο
χείρω
τὰ
βλεπόμενα
.
Verse: 7
μαγικῆς
δὲ
ἐμπαίγματα
κατέκειτο
τέχνης
,
καὶ
τῆς
ἐπὶ
ϕρονήσει
ἀλαζονείας
ἔλεγχος
ἐϕύβριστος
·
Verse: 8
οἱ
γὰρ
ὑπισχνούμενοι
δείματα
καὶ
ταραχὰς
ἀπελαύνειν
ψυχῆς
νοσούσης
,
οὗτοι
καταγέλαστον
εὐλάβειαν
ἐνόσουν
.
Verse: 9
καὶ
γὰρ
εἰ
μηδὲν
αὐτοὺς
ταραχῶδες
ἐϕόβει
,
κνωδάλων
παρόδοις
καὶ
ἑρπετῶν
συριγμοῖς
ἐκσεσοβημένοι
διώλλυντο
ἔντρομοι
καὶ
τὸν
μηδαμόθεν
ϕευκτὸν
ἀέρα
προσιδεῖν
ἀρνούμενοι
.
Verse: 10
δειλὸν
γὰρ
ἰδίῳ
πονηρία
μάρτυρι
καταδικαζομένη
,
ἀεὶ
δὲ
προσείληϕεν
τὰ
χαλεπὰ
συνεχομένη
τῇ
συνειδήσει
·
Verse: 11
οὐθὲν
γάρ
ἐστιν
ϕόβος
εἰ
μὴ
προδοσία
τῶν
ἀπὸ
λογισμοῦ
βοηθημάτων
,
Verse: 12
ἔνδοθεν
δὲ
οὖσα
ἥττων
ἡ
προσδοκία
πλείονα
λογίζεται
τὴν
ἄγνοιαν
τῆς
παρεχούσης
τὴν
βάσανον
αἰτίας
.
Verse: 13
οἱ
δὲ
τὴν
ἀδύνατον
ὄντως
νύκτα
καὶ
ἐξ
ἀδυνάτου
ᾅδου
μυχῶν
ἐπελθοῦσαν
τὸν
αὐτὸν
ὕπνον
κοιμώμενοι
Verse: 14
τὰ
μὲν
τέρασιν
ἠλαύνοντο
ϕαντασμάτων
,
τὰ
δὲ
τῆς
ψυχῆς
παρελύοντο
προδοσίᾳ
·
αἰϕνίδιος
γὰρ
αὐτοῖς
καὶ
ἀπροσδόκητος
ϕόβος
ἐπεχύθη
.
Verse: 15
εἶθ
'
οὕτως
,
ὃς
δή
ποτ
'
οὖν
ἦν
ἐκεῖ
καταπίπτων
,
ἐϕρουρεῖτο
εἰς
τὴν
ἀσίδηρον
εἱρκτὴν
κατακλεισθείς
·
Verse: 16
εἴ
τε
γὰρ
γεωργὸς
ἦν
τις
ἢ
ποιμὴν
ἢ
τῶν
κατ
'
ἐρημίαν
ἐργάτης
μόχθων
,
προλημϕθεὶς
τὴν
δυσάλυκτον
ἔμενεν
ἀνάγκην
,
μιᾷ
γὰρ
ἁλύσει
σκότους
πάντες
ἐδέθησαν
·
Verse: 17
εἴ
τε
πνεῦμα
συρίζον
ἢ
περὶ
ἀμϕιλαϕεῖς
κλάδους
ὀρνέων
ἦχος
εὐμελὴς
ἢ
ῥυθμὸς
ὕδατος
πορευομένου
βίᾳ
ἢ
κτύπος
ἀπηνὴς
καταρριπτομένων
πετρῶν
Verse: 18
ἢ
σκιρτώντων
ζῴων
δρόμος
ἀθεώρητος
ἢ
ὠρυομένων
ἀπηνεστάτων
θηρίων
ϕωνὴ
ἢ
ἀντανακλωμένη
ἐκ
κοιλότητος
ὀρέων
ἠχώ
,
παρέλυεν
αὐτοὺς
ἐκϕοβοῦντα
.
Verse: 19
ὅλος
γὰρ
ὁ
κόσμος
λαμπρῷ
κατελάμπετο
ϕωτὶ
καὶ
ἀνεμποδίστοις
συνείχετο
ἔργοις
·
Verse: 20
μόνοις
δὲ
ἐκείνοις
ἐπετέτατο
βαρεῖα
νὺξ
εἰκὼν
τοῦ
μέλλοντος
αὐτοὺς
διαδέχεσθαι
σκότους
,
ἑαυτοῖς
δὲ
ἦσαν
βαρύτεροι
σκότους
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.