TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 849
Previous part

Chapter: 18 
Verse: 1  Τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν ϕῶς·
ὧν ϕωνὴν μὲν ἀκούοντες μορϕὴν δὲ οὐχ ὁρῶντες,
ὅτι μὲν οὐ κἀκεῖνοι ἐπεπόνθεισαν, ἐμακάριζον,
Verse: 2 
ὅτι δ' οὐ βλάπτουσιν προηδικημένοι, ηὐχαρίστουν
καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο.
Verse: 3 
ἀνθ' ὧν πυριϕλεγῆ στῦλον
ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας,
ἥλιον δὲ ἀβλαβῆ ϕιλοτίμου ξενιτείας παρέσχες.
Verse: 4 
ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηθῆναι ϕωτὸς καὶ ϕυλακισθῆναι σκότει
οἱ κατακλείστους ϕυλάξαντες τοὺς υἱούς σου,
δι' ὧν ἤμελλεν τὸ ἄϕθαρτον νόμου ϕῶς τῷ αἰῶνι δίδοσθαι.
Verse: 5 
Βουλευσαμένους δ' αὐτοὺς τὰ τῶν ὁσίων ἀποκτεῖναι νήπια
καὶ ἑνὸς ἐκτεθέντος τέκνου καὶ σωθέντος
εἰς ἔλεγχον τὸ αὐτῶν ἀϕείλω πλῆθος τέκνων
καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σϕοδρῷ.
Verse: 6 
ἐκείνη νὺξ προεγνώσθη πατράσιν ἡμῶν,
ἵνα ἀσϕαλῶς εἰδότες οἷς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν.
Verse: 7 
προσεδέχθη ὑπὸ λαοῦ σου
σωτηρία μὲν δικαίων, ἐχθρῶν δὲ ἀπώλεια·
Verse: 8 
γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους,
τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας.
Verse: 9 
κρυϕῇ γὰρ ἐθυσίαζον ὅσιοι παῖδες ἀγαθῶν
καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο
τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν
καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους
πατέρων ἤδη προαναμέλποντες αἴνους.
Verse: 10 
ἀντήχει δ' ἀσύμϕωνος ἐχθρῶν βοή,
καὶ οἰκτρὰ διεϕέρετο ϕωνὴ θρηνουμένων παίδων·
Verse: 11 
ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασθεὶς
καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων,
Verse: 12 
ὁμοθυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι θανάτου
νεκροὺς εἶχον ἀναριθμήτους·
οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζῶντες ἦσαν ἱκανοί,
ἐπεὶ πρὸς μίαν ῥοπὴν ἐντιμοτέρα γένεσις αὐτῶν διέϕθαρτο.
Verse: 13 
πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς ϕαρμακείας
ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ ὡμολόγησαν θεοῦ υἱὸν λαὸν εἶναι.
Verse: 14 
ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα
καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης
Verse: 15 
παντοδύναμός σου λόγος ἀπ' οὐρανῶν ἐκ θρόνων βασιλείων
ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς
ξίϕος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου ϕέρων
Verse: 16 
καὶ στὰς ἐπλήρωσεν τὰ πάντα θανάτου
καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δ' ἐπὶ γῆς.
Verse: 17 
τότε παραχρῆμα ϕαντασίαι μὲν ὀνείρων δεινῶν ἐξετάραξαν αὐτούς,
ϕόβοι δὲ ἐπέστησαν ἀδόκητοι,
Verse: 18 
καὶ ἄλλος ἀλλαχῇ ῥιϕεὶς ἡμίθνητος
δι' ἣν ἔθνῃσκον αἰτίαν ἐνεϕάνιζεν·
Verse: 19 
οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν,
ἵνα μὴ ἀγνοοῦντες δι' κακῶς πάσχουσιν ἀπόλωνται.
Verse: 20 
῞Ηψατο δὲ καὶ δικαίων πεῖρα θανάτου,
καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους.
ἀλλ' οὐκ ἐπὶ πολὺ ἔμεινεν ὀργή·
Verse: 21 
σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν
τὸ τῆς ἰδίας λειτουργίας ὅπλον
προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας·
ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμϕορᾷ
δεικνὺς ὅτι σός ἐστιν θεράπων·
Verse: 22 
ἐνίκησεν δὲ τὸν χόλον οὐκ ἰσχύι τοῦ σώματος,
οὐχ ὅπλων ἐνεργείᾳ,
ἀλλὰ λόγῳ τὸν κολάζοντα ὑπέταξεν
ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας.
Verse: 23 
σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ' ἀλλήλων νεκρῶν
μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν
καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν.
Verse: 24 
ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος κόσμος,
καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθων γλυϕῆς,
καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεϕαλῆς αὐτοῦ.
Verse: 25 
τούτοις εἶξεν ὀλεθρεύων, ταῦτα δὲ ἐϕοβήθη·
ἦν γὰρ μόνη πεῖρα τῆς ὀργῆς ἱκανή.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.