TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 850
Chapter: 19
Verse: 1
Τοῖς
δὲ
ἀσεβέσιν
μέχρι
τέλους
ἀνελεήμων
θυμὸς
ἐπέστη
·
προῄδει
γὰρ
αὐτῶν
καὶ
τὰ
μέλλοντα
,
Verse: 2
ὅτι
αὐτοὶ
ἐπιτρέψαντες
τοῦ
ἀπιέναι
καὶ
μετὰ
σπουδῆς
προπέμψαντες
αὐτοὺς
διώξουσιν
μεταμεληθέντες
.
Verse: 3
ἔτι
γὰρ
ἐν
χερσὶν
ἔχοντες
τὰ
πένθη
καὶ
προσοδυρόμενοι
τάϕοις
νεκρῶν
ἕτερον
ἐπεσπάσαντο
λογισμὸν
ἀνοίας
καὶ
οὓς
ἱκετεύοντες
ἐξέβαλον
,
τούτους
ὡς
ϕυγάδας
ἐδίωκον
.
Verse: 4
εἷλκεν
γὰρ
αὐτοὺς
ἡ
ἀξία
ἐπὶ
τοῦτο
τὸ
πέρας
ἀνάγκη
καὶ
τῶν
συμβεβηκότων
ἀμνηστίαν
ἐνέβαλεν
,
ἵνα
τὴν
λείπουσαν
ταῖς
βασάνοις
προσαναπληρώσωσιν
κόλασιν
,
Verse: 5
καὶ
ὁ
μὲν
λαός
σου
παράδοξον
ὁδοιπορίαν
πειράσῃ
,
ἐκεῖνοι
δὲ
ξένον
εὕρωσι
θάνατον
.
Verse: 6
ὅλη
γὰρ
ἡ
κτίσις
ἐν
ἰδίῳ
γένει
πάλιν
ἄνωθεν
διετυποῦτο
ὑπηρετοῦσα
ταῖς
σαῖς
ἐπιταγαῖς
,
ἵνα
οἱ
σοὶ
παῖδες
ϕυλαχθῶσιν
ἀβλαβεῖς
.
Verse: 7
ἡ
τὴν
παρεμβολὴν
σκιάζουσα
νεϕέλη
,
ἐκ
δὲ
προϋϕεστῶτος
ὕδατος
ξηρᾶς
ἀνάδυσις
γῆς
ἐθεωρήθη
,
ἐξ
ἐρυθρᾶς
θαλάσσης
ὁδὸς
ἀνεμπόδιστος
καὶ
χλοηϕόρον
πεδίον
ἐκ
κλύδωνος
βιαίου
·
Verse: 8
δι
'
οὗ
πανεθνεὶ
διῆλθον
οἱ
τῇ
σῇ
σκεπαζόμενοι
χειρὶ
θεωρήσαντες
θαυμαστὰ
τέρατα
.
Verse: 9
ὡς
γὰρ
ἵπποι
ἐνεμήθησαν
καὶ
ὡς
ἀμνοὶ
διεσκίρτησαν
αἰνοῦντές
σε
,
κύριε
,
τὸν
ῥυσάμενον
αὐτούς
.
Verse: 10
ἐμέμνηντο
γὰρ
ἔτι
τῶν
ἐν
τῇ
παροικίᾳ
αὐτῶν
,
πῶς
ἀντὶ
μὲν
γενέσεως
ζῴων
ἐξήγαγεν
ἡ
γῆ
σκνῖπα
,
ἀντὶ
δὲ
ἐνύδρων
ἐξηρεύξατο
ὁ
ποταμὸς
πλῆθος
βατράχων
.
Verse: 11
ἐϕ
'
ὑστέρῳ
δὲ
εἶδον
καὶ
γένεσιν
νέαν
ὀρνέων
,
ὅτε
ἐπιθυμίᾳ
προαχθέντες
ᾐτήσαντο
ἐδέσματα
τρυϕῆς
·
Verse: 12
εἰς
γὰρ
παραμυθίαν
ἐκ
θαλάσσης
ἀνέβη
αὐτοῖς
ὀρτυγομήτρα
.
Verse: 13
Καὶ
αἱ
τιμωρίαι
τοῖς
ἁμαρτωλοῖς
ἐπῆλθον
οὐκ
ἄνευ
τῶν
προγεγονότων
τεκμηρίων
τῇ
βίᾳ
τῶν
κεραυνῶν
·
δικαίως
γὰρ
ἔπασχον
ταῖς
ἰδίαις
αὐτῶν
πονηρίαις
,
καὶ
γὰρ
χαλεπωτέραν
μισοξενίαν
ἐπετήδευσαν
.
Verse: 14
οἱ
μὲν
γὰρ
τοὺς
ἀγνοοῦντας
οὐκ
ἐδέχοντο
παρόντας
·
οὗτοι
δὲ
εὐεργέτας
ξένους
ἐδουλοῦντο
.
Verse: 15
καὶ
οὐ
μόνον
,
ἀλλ
'
ἤ
τις
ἐπισκοπὴ
ἔσται
αὐτῶν
,
ἐπεὶ
ἀπεχθῶς
προσεδέχοντο
τοὺς
ἀλλοτρίους
·
Verse: 16
οἱ
δὲ
μετὰ
ἑορτασμάτων
εἰσδεξάμενοι
τοὺς
ἤδη
τῶν
αὐτῶν
μετεσχηκότας
δικαίων
δεινοῖς
ἐκάκωσαν
πόνοις
.
Verse: 17
ἐπλήγησαν
δὲ
καὶ
ἀορασίᾳ
ὥσπερ
ἐκεῖνοι
ἐπὶ
ταῖς
τοῦ
δικαίου
θύραις
,
ὅτε
ἀχανεῖ
περιβληθέντες
σκότει
ἕκαστος
τῶν
ἑαυτοῦ
θυρῶν
τὴν
δίοδον
ἐζήτει
.
Verse: 18
Δι
'
ἑαυτῶν
γὰρ
τὰ
στοιχεῖα
μεθαρμοζόμενα
,
ὥσπερ
ἐν
ψαλτηρίῳ
ϕθόγγοι
τοῦ
ῥυθμοῦ
τὸ
ὄνομα
διαλλάσσουσιν
,
πάντοτε
μένοντα
ἤχῳ
,
ὅπερ
ἐστὶν
εἰκάσαι
ἐκ
τῆς
τῶν
γεγονότων
ὄψεως
ἀκριβῶς
·
Verse: 19
χερσαῖα
γὰρ
εἰς
ἔνυδρα
μετεβάλλετο
,
καὶ
νηκτὰ
μετέβαινεν
ἐπὶ
γῆς
·
Verse: 20
πῦρ
ἴσχυεν
ἐν
ὕδατι
τῆς
ἰδίας
δυνάμεως
,
καὶ
ὕδωρ
τῆς
σβεστικῆς
ϕύσεως
ἐπελανθάνετο
·
Verse: 21
ϕλόγες
ἀνάπαλιν
εὐϕθάρτων
ζῴων
οὐκ
ἐμάραναν
σάρκας
ἐμπεριπατούντων
,
οὐδὲ
τηκτὸν
κρυσταλλοειδὲς
εὔτηκτον
γένος
ἀμβροσίας
τροϕῆς
.
Verse: 22
Κατὰ
πάντα
γάρ
,
κύριε
,
ἐμεγάλυνας
τὸν
λαόν
σου
καὶ
ἐδόξασας
καὶ
οὐχ
ὑπερεῖδες
ἐν
παντὶ
καιρῷ
καὶ
τόπῳ
παριστάμενος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.