TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 873
Chapter: 22
Verse: 1
Λίθῳ
ἠρδαλωμένῳ
συνεβλήθη
ὀκνηρός
,
καὶ
πᾶς
ἐκσυριεῖ
ἐπὶ
τῇ
ἀτιμίᾳ
αὐτοῦ
.
Verse: 2
βολβίτῳ
κοπρίων
συνεβλήθη
ὀκνηρός
,
πᾶς
ὁ
ἀναιρούμενος
αὐτὸν
ἐκτινάξει
χεῖρα
.
Verse: 3
αἰσχύνη
πατρὸς
ἐν
γεννήσει
ἀπαιδεύτου
,
θυγάτηρ
δὲ
ἐπ
'
ἐλαττώσει
γίνεται
.
Verse: 4
θυγάτηρ
ϕρονίμη
κληρονομήσει
ἄνδρα
αὐτῆς
,
καὶ
ἡ
καταισχύνουσα
εἰς
λύπην
γεννήσαντος
·
Verse: 5
πατέρα
καὶ
ἄνδρα
καταισχύνει
ἡ
θρασεῖα
καὶ
ὑπὸ
ἀμϕοτέρων
ἀτιμασθήσεται
.
Verse: 6
μουσικὰ
ἐν
πένθει
ἄκαιρος
διήγησις
,
μάστιγες
δὲ
καὶ
παιδεία
ἐν
παντὶ
καιρῷ
σοϕίας
.
Verse: 9
συγκολλῶν
ὄστρακον
ὁ
διδάσκων
μωρόν
,
ἐξεγείρων
καθεύδοντα
ἐκ
βαθέος
ὕπνου
.
Verse: 10
διηγούμενος
νυστάζοντι
ὁ
διηγούμενος
μωρῷ
,
καὶ
ἐπὶ
συντελείᾳ
ἐρεῖ
Τί
ἐστιν
;
Verse: 11
ἐπὶ
νεκρῷ
κλαῦσον
,
ἐξέλιπεν
γὰρ
ϕῶς
,
καὶ
ἐπὶ
μωρῷ
κλαῦσον
,
ἐξέλιπεν
γὰρ
σύνεσιν
·
ἥδιον
κλαῦσον
ἐπὶ
νεκρῷ
,
ὅτι
ἀνεπαύσατο
,
τοῦ
δὲ
μωροῦ
ὑπὲρ
θάνατον
ἡ
ζωὴ
πονηρά
.
Verse: 12
πένθος
νεκροῦ
ἑπτὰ
ἡμέραι
,
μωροῦ
δὲ
καὶ
ἀσεβοῦς
πᾶσαι
αἱ
ἡμέραι
τῆς
ζωῆς
αὐτοῦ
.
Verse: 13
μετὰ
ἄϕρονος
μὴ
πληθύνῃς
λόγον
καὶ
πρὸς
ἀσύνετον
μὴ
πορεύου
·
ϕύλαξαι
ἀπ
'
αὐτοῦ
,
ἵνα
μὴ
κόπον
ἔχῃς
καὶ
οὐ
μὴ
μολυνθῇς
ἐν
τῷ
ἐντιναγμῷ
αὐτοῦ
·
ἔκκλινον
ἀπ
'
αὐτοῦ
καὶ
εὑρήσεις
ἀνάπαυσιν
καὶ
οὐ
μὴ
ἀκηδιάσῃς
ἐν
τῇ
ἀπονοίᾳ
αὐτοῦ
.
Verse: 14
ὑπὲρ
μόλιβον
τί
βαρυνθήσεται
;
καὶ
τί
αὐτῷ
ὄνομα
ἀλλ
'
ἢ
μωρός
;
Verse: 15
ἄμμον
καὶ
ἅλα
καὶ
βῶλον
σιδήρου
εὔκοπον
ὑπενεγκεῖν
ἢ
ἄνθρωπον
ἀσύνετον
.
Verse: 16
῾Ιμάντωσις
ξυλίνη
ἐνδεδεμένη
εἰς
οἰκοδομὴν
ἐν
συσσεισμῷ
οὐ
διαλυθήσεται
·
οὕτως
καρδία
ἐστηριγμένη
ἐπὶ
διανοήματος
βουλῆς
ἐν
καιρῷ
οὐ
δειλιάσει
.
Verse: 17
καρδία
ἡδρασμένη
ἐπὶ
διανοίας
συνέσεως
ὡς
κόσμος
ψαμμωτὸς
τοίχου
ξυστοῦ
.
Verse: 18
χάρακες
ἐπὶ
μετεώρου
κείμενοι
κατέναντι
ἀνέμου
οὐ
μὴ
ὑπομείνωσιν
·
οὕτως
καρδία
δειλὴ
ἐπὶ
διανοήματος
μωροῦ
κατέναντι
παντὸς
ϕόβου
οὐ
μὴ
ὑπομείνῃ
.
Verse: 19
῾Ο
νύσσων
ὀϕθαλμὸν
κατάξει
δάκρυα
,
καὶ
νύσσων
καρδίαν
ἐκϕαίνει
αἴσθησιν
.
Verse: 20
βάλλων
λίθον
ἐπὶ
πετεινὰ
ἀποσοβεῖ
αὐτά
,
καὶ
ὁ
ὀνειδίζων
ϕίλον
διαλύσει
ϕιλίαν
.
Verse: 21
ἐπὶ
ϕίλον
ἐὰν
σπάσῃς
ῥομϕαίαν
,
μὴ
ἀϕελπίσῃς
,
ἔστιν
γὰρ
ἐπάνοδος
·
Verse: 22
ἐπὶ
ϕίλον
ἐὰν
ἀνοίξῃς
στόμα
,
μὴ
εὐλαβηθῇς
,
ἔστιν
γὰρ
διαλλαγή
·
πλὴν
ὀνειδισμοῦ
καὶ
ὑπερηϕανίας
καὶ
μυστηρίου
ἀποκαλύψεως
καὶ
πληγῆς
δολίας
,
ἐν
τούτοις
ἀποϕεύξεται
πᾶς
ϕίλος
.
Verse: 23
πίστιν
κτῆσαι
ἐν
πτωχείᾳ
μετὰ
τοῦ
πλησίον
,
ἵνα
ἐν
τοῖς
ἀγαθοῖς
αὐτοῦ
ὁμοῦ
πλησθῇς
·
ἐν
καιρῷ
θλίψεως
διάμενε
αὐτῷ
,
ἵνα
ἐν
τῇ
κληρονομίᾳ
αὐτοῦ
συγκληρονομήσῃς
.
Verse: 24
πρὸ
πυρὸς
ἀτμὶς
καμίνου
καὶ
καπνός
·
οὕτως
πρὸ
αἱμάτων
λοιδορίαι
.
Verse: 25
ϕίλον
σκεπάσαι
οὐκ
αἰσχυνθήσομαι
καὶ
ἀπὸ
προσώπου
αὐτοῦ
οὐ
μὴ
κρυβῶ
,
Verse: 26
καὶ
εἰ
κακά
μοι
συμβήσεται
δι
'
αὐτόν
,
πᾶς
ὁ
ἀκούων
ϕυλάξεται
ἀπ
'
αὐτοῦ
.
Verse: 27
Τίς
δώσει
ἐπὶ
στόμα
μου
ϕυλακὴν
καὶ
ἐπὶ
τῶν
χειλέων
μου
σϕραγῖδα
πανοῦργον
,
ἵνα
μὴ
πέσω
ἀπ
'
αὐτῆς
καὶ
ἡ
γλῶσσά
μου
ἀπολέσῃ
με
;
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.