TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 872
Chapter: 21
Verse: 1
Τέκνον
,
ἥμαρτες
;
μὴ
προσθῇς
μηκέτι
καὶ
περὶ
τῶν
προτέρων
σου
δεήθητι
.
Verse: 2
ὡς
ἀπὸ
προσώπου
ὄϕεως
ϕεῦγε
ἀπὸ
ἁμαρτίας
·
ἐὰν
γὰρ
προσέλθῃς
,
δήξεταί
σε
·
ὀδόντες
λέοντος
οἱ
ὀδόντες
αὐτῆς
ἀναιροῦντες
ψυχὰς
ἀνθρώπων
.
Verse: 3
ὡς
ῥομϕαία
δίστομος
πᾶσα
ἀνομία
,
τῇ
πληγῇ
αὐτῆς
οὐκ
ἔστιν
ἴασις
.
Verse: 4
καταπληγμὸς
καὶ
ὕβρις
ἐρημώσουσιν
πλοῦτον
·
οὕτως
οἶκος
ὑπερηϕάνου
ἐρημωθήσεται
.
Verse: 5
δέησις
πτωχοῦ
ἐκ
στόματος
ἕως
ὠτίων
αὐτοῦ
,
καὶ
τὸ
κρίμα
αὐτοῦ
κατὰ
σπουδὴν
ἔρχεται
.
Verse: 6
μισῶν
ἐλεγμὸν
ἐν
ἴχνει
ἁμαρτωλοῦ
,
καὶ
ὁ
ϕοβούμενος
κύριον
ἐπιστρέψει
ἐν
καρδίᾳ
.
Verse: 7
γνωστὸς
μακρόθεν
ὁ
δυνατὸς
ἐν
γλώσσῃ
,
ὁ
δὲ
νοήμων
οἶδεν
ἐν
τῷ
ὀλισθάνειν
αὐτόν
.
Verse: 8
ὁ
οἰκοδομῶν
τὴν
οἰκίαν
αὐτοῦ
ἐν
χρήμασιν
ἀλλοτρίοις
ὡς
συνάγων
αὐτοῦ
τοὺς
λίθους
εἰς
χειμῶνα
.
Verse: 9
στιππύον
συνηγμένον
συναγωγὴ
ἀνόμων
,
καὶ
ἡ
συντέλεια
αὐτῶν
ϕλὸξ
πυρός
.
Verse: 10
ὁδὸς
ἁμαρτωλῶν
ὡμαλισμένη
ἐκ
λίθων
,
καὶ
ἐπ
'
ἐσχάτων
αὐτῆς
βόθρος
ᾅδου
.
Verse: 11
῾Ο
ϕυλάσσων
νόμον
κατακρατεῖ
τοῦ
ἐννοήματος
αὐτοῦ
,
καὶ
συντέλεια
τοῦ
ϕόβου
κυρίου
σοϕία
.
Verse: 12
οὐ
παιδευθήσεται
ὃς
οὐκ
ἔστιν
πανοῦργος
,
ἔστιν
δὲ
πανουργία
πληθύνουσα
πικρίαν
.
Verse: 13
γνῶσις
σοϕοῦ
ὡς
κατακλυσμὸς
πληθυνθήσεται
καὶ
ἡ
βουλὴ
αὐτοῦ
ὡς
πηγὴ
ζωῆς
.
Verse: 14
ἔγκατα
μωροῦ
ὡς
ἀγγεῖον
συντετριμμένον
καὶ
πᾶσαν
γνῶσιν
οὐ
κρατήσει
.
Verse: 15
λόγον
σοϕὸν
ἐὰν
ἀκούσῃ
ἐπιστήμων
,
αἰνέσει
αὐτὸν
καὶ
ἐπ
'
αὐτὸν
προσθήσει
·
ἤκουσεν
ὁ
σπαταλῶν
,
καὶ
ἀπήρεσεν
αὐτῷ
,
καὶ
ἀπέστρεψεν
αὐτὸν
ὀπίσω
τοῦ
νώτου
αὐτοῦ
.
Verse: 16
ἐξήγησις
μωροῦ
ὡς
ἐν
ὁδῷ
ϕορτίον
,
ἐπὶ
δὲ
χείλους
συνετοῦ
εὑρεθήσεται
χάρις
.
Verse: 17
στόμα
ϕρονίμου
ζητηθήσεται
ἐν
ἐκκλησίᾳ
,
καὶ
τοὺς
λόγους
αὐτοῦ
διανοηθήσονται
ἐν
καρδίᾳ
.
Verse: 18
῾Ως
οἶκος
ἠϕανισμένος
οὕτως
μωρῷ
σοϕία
,
καὶ
γνῶσις
ἀσυνέτου
ἀδιεξέταστοι
λόγοι
.
Verse: 19
πέδαι
ἐν
ποσὶν
ἀνοήτου
παιδεία
καὶ
ὡς
χειροπέδαι
ἐπὶ
χειρὸς
δεξιᾶς
.
Verse: 20
μωρὸς
ἐν
γέλωτι
ἀνυψοῖ
ϕωνὴν
αὐτοῦ
,
ἀνὴρ
δὲ
πανοῦργος
μόλις
ἡσυχῇ
μειδιάσει
.
Verse: 21
ὡς
κόσμος
χρυσοῦς
ϕρονίμῳ
παιδεία
καὶ
ὡς
χλιδὼν
ἐπὶ
βραχίονι
δεξιῷ
.
Verse: 22
ποὺς
μωροῦ
ταχὺς
εἰς
οἰκίαν
,
ἄνθρωπος
δὲ
πολύπειρος
αἰσχυνθήσεται
ἀπὸ
προσώπου
.
Verse: 23
ἄϕρων
ἀπὸ
θύρας
παρακύπτει
εἰς
οἰκίαν
,
ἀνὴρ
δὲ
πεπαιδευμένος
ἔξω
στήσεται
.
Verse: 24
ἀπαιδευσία
ἀνθρώπου
ἀκροᾶσθαι
παρὰ
θύραν
,
ὁ
δὲ
ϕρόνιμος
βαρυνθήσεται
ἀτιμίᾳ
.
Verse: 25
χείλη
ἀλλοτρίων
ἐν
τούτοις
διηγήσονται
,
λόγοι
δὲ
ϕρονίμων
ἐν
ζυγῷ
σταθήσονται
.
Verse: 26
ἐν
στόματι
μωρῶν
ἡ
καρδία
αὐτῶν
,
καρδία
δὲ
σοϕῶν
στόμα
αὐτῶν
.
Verse: 27
ἐν
τῷ
καταρᾶσθαι
ἀσεβῆ
τὸν
σατανᾶν
αὐτὸς
καταρᾶται
τὴν
ἑαυτοῦ
ψυχήν
.
Verse: 28
μολύνει
τὴν
ἑαυτοῦ
ψυχὴν
ὁ
ψιθυρίζων
καὶ
ἐν
παροικήσει
μισηθήσεται
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.