TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 871
Chapter: 20
Verse: 1
῎Εστιν
ἔλεγχος
ὃς
οὐκ
ἔστιν
ὡραῖος
,
καὶ
ἔστιν
σιωπῶν
καὶ
αὐτὸς
ϕρόνιμος
.
Verse: 2
ὡς
καλὸν
ἐλέγξαι
ἢ
θυμοῦσθαι
,
Verse: 3
καὶ
ὁ
ἀνθομολογούμενος
ἀπὸ
ἐλαττώσεως
κωλυθήσεται
.
Verse: 4
ἐπιθυμία
εὐνούχου
ἀποπαρθενῶσαι
νεάνιδα
,
οὕτως
ὁ
ποιῶν
ἐν
βίᾳ
κρίματα
.
Verse: 5
ἔστιν
σιωπῶν
εὑρισκόμενος
σοϕός
,
καὶ
ἔστιν
μισητὸς
ἀπὸ
πολλῆς
λαλιᾶς
.
Verse: 6
ἔστιν
σιωπῶν
,
οὐ
γὰρ
ἔχει
ἀπόκρισιν
,
καὶ
ἔστιν
σιωπῶν
εἰδὼς
καιρόν
.
Verse: 7
ἄνθρωπος
σοϕὸς
σιγήσει
ἕως
καιροῦ
,
ὁ
δὲ
λαπιστὴς
καὶ
ἄϕρων
ὑπερβήσεται
καιρόν
.
Verse: 8
ὁ
πλεονάζων
λόγῳ
βδελυχθήσεται
,
καὶ
ὁ
ἐνεξουσιαζόμενος
μισηθήσεται
.
Verse: 9
῎Εστιν
εὐοδία
ἐν
κακοῖς
ἀνδρί
,
καὶ
ἔστιν
εὕρεμα
εἰς
ἐλάττωσιν
.
Verse: 10
ἔστιν
δόσις
,
ἣ
οὐ
λυσιτελήσει
σοι
,
καὶ
ἔστιν
δόσις
,
ἧς
τὸ
ἀνταπόδομα
διπλοῦν
.
Verse: 11
ἔστιν
ἐλάττωσις
ἕνεκεν
δόξης
,
καὶ
ἔστιν
ὃς
ἀπὸ
ταπεινώσεως
ἦρεν
κεϕαλήν
.
Verse: 12
ἔστιν
ἀγοράζων
πολλὰ
ὀλίγου
καὶ
ἀποτιννύων
αὐτὰ
ἑπταπλάσιον
.
Verse: 13
ὁ
σοϕὸς
ἐν
λόγοις
ἑαυτὸν
προσϕιλῆ
ποιήσει
,
χάριτες
δὲ
μωρῶν
ἐκχυθήσονται
.
Verse: 14
δόσις
ἄϕρονος
οὐ
λυσιτελήσει
σοι
,
οἱ
γὰρ
ὀϕθαλμοὶ
αὐτοῦ
ἀνθ
'
ἑνὸς
πολλοί
Verse: 15
ὀλίγα
δώσει
καὶ
πολλὰ
ὀνειδίσει
καὶ
ἀνοίξει
τὸ
στόμα
αὐτοῦ
ὡς
κῆρυξ
·
σήμερον
δανιεῖ
καὶ
αὔριον
ἀπαιτήσει
,
μισητὸς
ἄνθρωπος
ὁ
τοιοῦτος
.
Verse: 16
μωρὸς
ἐρεῖ
Οὐχ
ὑπάρχει
μοι
ϕίλος
,
καὶ
οὐκ
ἔστιν
χάρις
τοῖς
ἀγαθοῖς
μου
·
Verse: 17
οἱ
ἔσθοντες
τὸν
ἄρτον
αὐτοῦ
ϕαῦλοι
γλώσσῃ
,
ποσάκις
καὶ
ὅσοι
καταγελάσονται
αὐτοῦ
;
Verse: 18
᾽Ολίσθημα
ἀπὸ
ἐδάϕους
μᾶλλον
ἢ
ἀπὸ
γλώσσης
,
οὕτως
πτῶσις
κακῶν
κατὰ
σπουδὴν
ἥξει
.
Verse: 19
ἄνθρωπος
ἄχαρις
,
μῦθος
ἄκαιρος
·
ἐν
στόματι
ἀπαιδεύτων
ἐνδελεχισθήσεται
.
Verse: 20
ἀπὸ
στόματος
μωροῦ
ἀποδοκιμασθήσεται
παραβολή
·
οὐ
γὰρ
μὴ
εἴπῃ
αὐτὴν
ἐν
καιρῷ
αὐτῆς
.
Verse: 21
῎Εστιν
κωλυόμενος
ἁμαρτάνειν
ἀπὸ
ἐνδείας
,
καὶ
ἐν
τῇ
ἀναπαύσει
αὐτοῦ
οὐ
κατανυγήσεται
.
Verse: 22
ἔστιν
ἀπολλύων
τὴν
ψυχὴν
αὐτοῦ
δι
'
αἰσχύνην
,
καὶ
ἀπὸ
ἄϕρονος
προσώπου
ἀπολεῖ
αὐτήν
.
Verse: 23
ἔστιν
χάριν
αἰσχύνης
ἐπαγγελλόμενος
ϕίλῳ
,
καὶ
ἐκτήσατο
αὐτὸν
ἐχθρὸν
δωρεάν
.
Verse: 24
Μῶμος
πονηρὸς
ἐν
ἀνθρώπῳ
ψεῦδος
,
ἐν
στόματι
ἀπαιδεύτων
ἐνδελεχισθήσεται
.
Verse: 25
αἱρετὸν
κλέπτης
ἢ
ὁ
ἐνδελεχίζων
ψεύδει
,
ἀμϕότεροι
δὲ
ἀπώλειαν
κληρονομήσουσιν
.
Verse: 26
ἦθος
ἀνθρώπου
ψευδοῦς
ἀτιμία
,
καὶ
ἡ
αἰσχύνη
αὐτοῦ
μετ
'
αὐτοῦ
ἐνδελεχῶς
.
Verse: 27
῾Ο
σοϕὸς
ἐν
λόγοις
προάξει
ἑαυτόν
,
καὶ
ἄνθρωπος
ϕρόνιμος
ἀρέσει
μεγιστᾶσιν
.
Verse: 28
ὁ
ἐργαζόμενος
γῆν
ἀνυψώσει
θιμωνιὰν
αὐτοῦ
,
καὶ
ὁ
ἀρέσκων
μεγιστᾶσιν
ἐξιλάσεται
ἀδικίαν
.
Verse: 29
ξένια
καὶ
δῶρα
ἀποτυϕλοῖ
ὀϕθαλμοὺς
σοϕῶν
καὶ
ὡς
ϕιμὸς
ἐν
στόματι
ἀποτρέπει
ἐλεγμούς
.
Verse: 30
σοϕία
κεκρυμμένη
καὶ
θησαυρὸς
ἀϕανής
,
τίς
ὠϕέλεια
ἐν
ἀμϕοτέροις
;
Verse: 31
κρείσσων
ἄνθρωπος
ἀποκρύπτων
τὴν
μωρίαν
αὐτοῦ
ἢ
ἄνθρωπος
ἀποκρύπτων
τὴν
σοϕίαν
αὐτοῦ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.