TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 870
Previous part

Chapter: 19 
Verse: 1    ἐργάτης μέθυσος οὐ πλουτισθήσεται·
   
ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται.
Verse: 2    
οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς,
   
καὶ κολλώμενος πόρναις τολμηρότερος ἔσται·
Verse: 3    
σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν,
   
καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.
Verse: 4    
῾Ο ταχὺ ἐμπιστεύων κοῦϕος καρδίᾳ,
   
καὶ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.
Verse: 5    
εὐϕραινόμενος καρδίᾳ καταγνωσθήσεται,
Verse: 6    
καὶ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.
Verse: 7    
μηδέποτε δευτερώσῃς λόγον,
   
καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.
Verse: 8    
ἐν ϕίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ,
   
καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·
Verse: 9    
ἀκήκοεν γάρ σου καὶ ἐϕυλάξατό σε,
   
καὶ ἐν καιρῷ μισήσει σε.
Verse: 10    
ἀκήκοας λόγον; συναποθανέτω σοι·
   
θάρσει, οὐ μή σε ῥήξει.
Verse: 11    
ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς
   
ὡς ἀπὸ προσώπου βρέϕους τίκτουσα.
Verse: 12    
βέλος πεπηγὸς ἐν μηρῷ σαρκός,
   
οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.
Verse: 13    
῎Ελεγξον ϕίλον, μήποτε οὐκ ἐποίησεν,
   
καὶ εἴ τι ἐποίησεν, μήποτε προσθῇ.
Verse: 14    
ἔλεγξον τὸν πλησίον, μήποτε οὐκ εἶπεν,
   
καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ.
Verse: 15    
ἔλεγξον ϕίλον, πολλάκις γὰρ γίνεται διαβολή,
   
καὶ μὴ παντὶ λόγῳ πίστευε.
Verse: 16    
ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς,
   
καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ;
Verse: 17    
ἔλεγξον τὸν πλησίον σου πρὶν ἀπειλῆσαι
   
καὶ δὸς τόπον νόμῳ ὑψίστου.
Verse: 20    
Πᾶσα σοϕία ϕόβος κυρίου,
   
καὶ ἐν πάσῃ σοϕίᾳ ποίησις νόμου·
Verse: 22    
καὶ οὐκ ἔστιν σοϕία πονηρίας ἐπιστήμη,
   
καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν ϕρόνησις.
Verse: 23    
ἔστιν πανουργία καὶ αὕτη βδέλυγμα,
   
καὶ ἔστιν ἄϕρων ἐλαττούμενος σοϕίᾳ·
Verse: 24    
κρείττων ἡττώμενος ἐν συνέσει ἔμϕοβος
   
περισσεύων ἐν ϕρονήσει καὶ παραβαίνων νόμον.
Verse: 25    
ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος,
   
καὶ ἔστιν διαστρέϕων χάριν τοῦ ἐκϕᾶναι κρίμα.
Verse: 26    
ἔστιν πονηρευόμενος συγκεκυϕὼς μελανίᾳ,
   
καὶ τὰ ἐντὸς αὐτοῦ πλήρη δόλου·
Verse: 27    
συγκρύϕων πρόσωπον καὶ ἐθελοκωϕῶν,
   
ὅπου οὐκ ἐπεγνώσθη, προϕθάσει σε·
Verse: 28    
καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν,
   
ἐὰν εὕρῃ καιρόν, κακοποιήσει.
Verse: 29    
ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ,
   
καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων·
Verse: 30    
στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων
   
καὶ βήματα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.