TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 869
Previous part

Chapter: 18 
Verse: 1    ῾Ο ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·
Verse: 2    
κύριος μόνος δικαιωθήσεται.
Verse: 4    
οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ·
   
καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ;
Verse: 5    
κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται;
   
καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ;
Verse: 6    
οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι,
   
καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου·
Verse: 7    
ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται·
   
καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται.
Verse: 8    
Τί ἄνθρωπος, καὶ τί χρῆσις αὐτοῦ;
   
τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ;
Verse: 9    
ἀριθμὸς ἡμερῶν ἀνθρώπου
   
πολλὰ ἔτη ἑκατόν·
Verse: 10    
ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆϕος ἄμμου,
   
οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος.
Verse: 11    
διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ' αὐτοῖς
   
καὶ ἐξέχεεν ἐπ' αὐτοὺς τὸ ἔλεος αὐτοῦ.
Verse: 12    
εἶδεν καὶ ἐπέγνω τὴν καταστροϕὴν αὐτῶν ὅτι πονηρά·
   
διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ.
Verse: 13    
ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ,
   
ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα·
   
ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων
   
καὶ ἐπιστρέϕων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.
Verse: 14    
τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ
   
καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
Verse: 15    
Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον
   
καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
Verse: 16    
οὐχὶ καύσωνα ἀναπαύσει δρόσος;
   
οὕτως κρείσσων λόγος δόσις.
Verse: 17    
οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν;
   
καὶ ἀμϕότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
Verse: 18    
μωρὸς ἀχαρίστως ὀνειδιεῖ,
   
καὶ δόσις βασκάνου ἐκτήκει ὀϕθαλμούς.
Verse: 19    
Πρὶν λαλῆσαι μάνθανε
   
καὶ πρὸ ἀρρωστίας θεραπεύου.
Verse: 20    
πρὸ κρίσεως ἐξέταζε σεαυτόν,
   
καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν.
Verse: 21    
πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι
   
καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροϕήν.
Verse: 22    
μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως
   
καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι.
Verse: 23    
πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν
   
καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον.
Verse: 24    
μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς
   
καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροϕῇ προσώπου.
Verse: 25    
μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς,
   
πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου.
Verse: 26    
ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός,
   
καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου.
Verse: 27    
῎Ανθρωπος σοϕὸς ἐν παντὶ εὐλαβηθήσεται
   
καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας.
Verse: 28    
πᾶς συνετὸς ἔγνω σοϕίαν
   
καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν.
Verse: 29    
συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοϕίσαντο
   
καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς.
Verse: 30    
᾽Οπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου
   
καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου·
Verse: 31    
ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας,
   
ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου.
Verse: 32    
μὴ εὐϕραίνου ἐπὶ πολλῇ τρυϕῇ,
   
μὴ προσδεθῇς συμβολῇ αὐτῆς.
Verse: 33    
μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ,
   
καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.