TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 800
Previous part

Chapter: 11 
Verse: 1  ῾Υπολαβὼν δὲ Σωϕαρ Μιναῖος λέγει
Verse: 2 
῾Ο τὰ πολλὰ λέγων καὶ ἀντακούσεται·
καὶ εὔλαλος οἴεται εἶναι δίκαιος;
εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος.
Verse: 3 
μὴ πολὺς ἐν ῥήμασιν γίνου,
οὐ γάρ ἐστιν ἀντικρινόμενός σοι.
Verse: 4 
μὴ γὰρ λέγε ὅτι Καϑαρός εἰμι τοῖς ἔργοις
καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.
Verse: 5 
ἀλλὰ πῶς ἂν κύριος λαλήσαι πρὸς σέ;
καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ.S
Verse: 6 
εἶτα ἀναγγελεῖ σοι δύναμιν σοϕίας,
ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ·
καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας.
Verse: 7 
ἴχνος κυρίου εὑρήσεις
εἰς τὰ ἔσχατα ἀϕίκου, ἐποίησεν παντοκράτωρ;
Verse: 8 
ὑψηλὸς οὐρανός, καὶ τί ποιήσεις;
βαϑύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας;
Verse: 9 
μακρότερα μέτρου γῆς
εὔρους ϑαλάσσης;
Verse: 10 
ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
Verse: 11 
αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων,
ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.
Verse: 12 
ἄνϑρωπος δὲ ἄλλως νήχεται λόγοις,
βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ.
Verse: 13 
εἰ γὰρ σὺ καϑαρὰν ἔϑου τὴν καρδίαν σου,
ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν,
Verse: 14 
εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου,
πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ,
ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισϑήτω.
Verse: 15 
οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καϑαρόν,
ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ ϕοβηϑῇς·
Verse: 16 
καὶ τὸν κόπον ἐπιλήσῃ
ὥσπερ κῦμα παρελϑὸν καὶ οὐ πτοηϑήσῃ·
Verse: 17 
δὲ εὐχή σου ὥσπερ ἑωσϕόρος,
ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·
Verse: 18 
πεποιϑώς τε ἔσῃ ὅτι ἔστιν σοι ἐλπίς,
ἐκ δὲ μερίμνης καὶ ϕροντίδος ἀναϕανεῖταί σοι εἰρήνη.
Verse: 19 
ἡσυχάσεις γάρ, καὶ οὐκ ἔσται πολεμῶν σε·
μεταβαλόμενοι δὲ πολλοί σου δεηϑήσονται.
Verse: 20 
σωτηρία δὲ αὐτοὺς ἀπολείψει·
γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια,
ὀϕϑαλμοὶ δὲ ἀσεβῶν τακήσονται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.