TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 801
Previous part

Chapter: 12 
Verse: 1  ῾Υπολαβὼν δὲ Ιωβ λέγει
Verse: 2 
Εἶτα ὑμεῖς ἐστε ἄνϑρωποι·
μεϑ' ὑμῶν τελευτήσει σοϕία.
Verse: 3 
κἀμοὶ μὲν καρδία καϑ' ὑμᾶς ἐστιν.
Verse: 4 
δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήϑη εἰς χλεύασμα·
Verse: 5 
εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλους
οἴκους τε αὐτοῦ ἐκπορϑεῖσϑαι ὑπὸ ἀνόμων.
Verse: 6 
οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιϑέτω πονηρὸς ὢν ἀϑῷος ἔσεσϑαι,
ὅσοι παροργίζουσιν τὸν κύριον,
ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται.
Verse: 7 
ἀλλὰ δὴ ἐπερώτησον τετράποδα ἐάν σοι εἴπωσιν,
πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν·
Verse: 8 
ἐκδιήγησαι δὲ γῇ ἐάν σοι ϕράσῃ,
καὶ ἐξηγήσονταί σοι οἱ ἰχϑύες τῆς ϑαλάσσης.
Verse: 9 
τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις
ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα;S
Verse: 10 
εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων
καὶ πνεῦμα παντὸς ἀνϑρώπου;
Verse: 11 
οὖς μὲν γὰρ ῥήματα διακρίνει,
λάρυγξ δὲ σῖτα γεύεται.
Verse: 12 
ἐν πολλῷ χρόνῳ σοϕία,
ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη.
Verse: 13 
παρ' αὐτῷ σοϕία καὶ δύναμις,
αὐτῷ βουλὴ καὶ σύνεσις.
Verse: 14 
ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει;
ἐὰν κλείσῃ κατὰ ἀνϑρώπων, τίς ἀνοίξει;
Verse: 15 
ἐὰν κωλύσῃ τὸ ὥδωρ, ξηρανεῖ τὴν γῆν·
ἐὰν δὲ ἐπαϕῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.
Verse: 16 
παρ' αὐτῷ κράτος καὶ ἰσχύς,
αὐτῷ ἐπιστήμη καὶ σύνεσις.
Verse: 17 
διάγων βουλευτὰς αἰχμαλώτους,
κριτὰς δὲ γῆς ἐξέστησεν.
Verse: 18 
καϑιζάνων βασιλεῖς ἐπὶ ϑρόνους
καὶ περιέδησεν ζώνῃ ὀσϕύας αὐτῶν.S
Verse: 19 
ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους,
δυνάστας δὲ γῆς κατέστρεψεν.
Verse: 20 
διαλλάσσων χείλη πιστῶν,
σύνεσιν δὲ πρεσβυτέρων ἔγνω.
Verse: 21 
ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας,S
ταπεινοὺς δὲ ἰάσατο.
Verse: 22 
ἀνακαλύπτων βαϑέα ἐκ σκότους,
ἐξήγαγεν δὲ εἰς ϕῶς σκιὰν ϑανάτου.
Verse: 23 
πλανῶν ἔϑνη καὶ ἀπολλύων αὐτά,S
καταστρωννύων ἔϑνη καὶ καϑοδηγῶν αὐτά.
Verse: 24 
διαλλάσσων καρδίας ἀρχόντων γῆς,
ἐπλάνησεν δὲ αὐτοὺς ὁδῷ, οὐκ ᾔδεισαν·
Verse: 25 
ψηλαϕήσαισαν σκότος καὶ μὴ ϕῶς,
πλανηϑείησαν δὲ ὥσπερ μεϑύων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.