TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 802
Previous part

Chapter: 13 
Verse: 1  ἰδοὺ ταῦτα ἑώρακέν μου ὀϕϑαλμὸς
καὶ ἀκήκοέν μου τὸ οὖς·
Verse: 2 
καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασϑε,
καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
Verse: 3 
οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω,
ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.
Verse: 4 
ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι
καὶ ἰαταὶ κακῶν πάντες.
Verse: 5 
εἴη δὲ ὑμῖν κωϕεῦσαι,
καὶ ἀποβήσεται ὑμῖν εἰς σοϕίαν.
Verse: 6 
ἀκούσατε ἔλεγχον στόματός μου,
κρίσιν δὲ χειλέων μου προσέχετε.
Verse: 7 
πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε,
ἔναντι δὲ αὐτοῦ ϕϑέγγεσϑε δόλον;
Verse: 8 
ὑποστελεῖσϑε;
ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσϑε.
Verse: 9 
καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς·
εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεϑήσεσϑε αὐτῷ,
Verse: 10 
οὐϑὲν ἧττον ἐλέγξει ὑμᾶς·
εἰ δὲ καὶ κρυϕῇ πρόσωπα ϑαυμάσετε,
Verse: 11 
πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς,
ϕόβος δὲ παρ' αὐτοῦ ἐπιπεσεῖται ὑμῖν;
Verse: 12 
ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ,
τὸ δὲ σῶμα πήλινον.
Verse: 13 
κωϕεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι ϑυμοῦ
Verse: 14 
ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν,
ψυχὴν δέ μου ϑήσω ἐν χειρί.
Verse: 15 
ἐάν με χειρώσηται δυνάστης, ἐπεὶ καὶ ἦρκται,
μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
Verse: 16 
καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν,
οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
Verse: 17 
ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου·
ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
Verse: 18 
ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου,
οἶδα ἐγὼ ὅτι δίκαιος ἀναϕανοῦμαι.
Verse: 19 
τίς γάρ ἐστιν κριϑησόμενός μοι;
ὅτι νῦν κωϕεύσω καὶ ἐκλείψω.S
Verse: 20 
δυεῖν δέ μοι χρήσῃ·
τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·S
Verse: 21 
τὴν χεῖρα ἀπ' ἐμοῦ ἀπέχου,
καὶ ϕόβος σου μή με καταπλησσέτω.
Verse: 22 
εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι·
λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.
Verse: 23 
πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου;
δίδαξόν με τίνες εἰσίν.
Verse: 24 
διὰ τί ἀπ' ἐμοῦ κρύπτῃ,
ἥγησαι δέ με ὑπεναντίον σοι;
Verse: 25 
ὡς ϕύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηϑήσῃ
ὡς χόρτῳ ϕερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;
Verse: 26 
ὅτι κατέγραψας κατ' ἐμοῦ κακά,
περιέϑηκας δέ μοι νεότητος ἁμαρτίας,
Verse: 27 
ἔϑου δέ μου τὸν πόδα ἐν κωλύματι,
ἐϕύλαξας δέ μου πάντα τὰ ἔργα,
εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀϕίκου·
Verse: 28 
παλαιοῦται ἴσα ἀσκῷ
ὥσπερ ἱμάτιον σητόβρωτον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.