TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 804
Previous part

Chapter: 15 
Verse: 1  ῾Υπολαβὼν δὲ Ελιϕας Θαιμανίτης λέγει
Verse: 2 
Πότερον σοϕὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος
καὶ ἐνέπλησεν πόνον γαστρὸς
Verse: 3 
ἐλέγχων ἐν ῥήμασιν, οἷς οὐ δεῖ,
ἐν λόγοις, οἷς οὐδὲν ὄϕελος;
Verse: 4 
οὐ καὶ σὺ ἀπεποιήσω ϕόβον,
συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου;
Verse: 5 
ἔνοχος εἶ ῥήμασιν στόματός σου
οὐδὲ διέκρινας ῥήματα δυναστῶν·
Verse: 6 
ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ,
τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου.
Verse: 7 
τί γάρ; μὴ πρῶτος ἀνϑρώπων ἐγενήϑης;
πρὸ ϑινῶν ἐπάγης;
Verse: 8 
σύνταγμα κυρίου ἀκήκοας,
εἰς δὲ σὲ ἀϕίκετο σοϕία;
Verse: 9 
τί γὰρ οἶδας, οὐκ οἴδαμεν;
τί συνίεις, οὐχὶ καὶ ἡμεῖς;
Verse: 10 
καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν
βαρύτερος τοῦ πατρός σου ἡμέραις.S
Verse: 11 
ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι,
μεγάλως ὑπερβαλλόντως λελάληκας.
Verse: 12 
τί ἐτόλμησεν καρδία σου,
τί ἐπήνεγκαν οἱ ὀϕϑαλμοί σου,
Verse: 13 
ὅτι ϑυμὸν ἔρρηξας ἔναντι κυρίου,
ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;
Verse: 14 
τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος,
ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός;
Verse: 15 
εἰ κατὰ ἁγίων οὐ πιστεύει,
οὐρανὸς δὲ οὐ καϑαρὸς ἐναντίον αὐτοῦ.
Verse: 16 
ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάϑαρτος,
ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ.
Verse: 17 
ἀναγγελῶ δέ σοι, ἄκουέ μου·
δὴ ἑώρακα, ἀναγγελῶ σοι,
Verse: 18 
σοϕοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν·
Verse: 19 
αὐτοῖς μόνοις ἐδόϑη γῆ,
καὶ οὐκ ἐπῆλϑεν ἀλλογενὴς ἐπ' αὐτούς.
Verse: 20 
πᾶς βίος ἀσεβοῦς ἐν ϕροντίδι,
ἔτη δὲ ἀριϑμητὰ δεδομένα δυνάστῃ,
Verse: 21 
δὲ ϕόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ·
ὅταν δοκῇ ἤδη εἰρηνεύειν,
ἥξει αὐτοῦ καταστροϕή.
Verse: 22 
μὴ πιστευέτω ἀποστραϕῆναι ἀπὸ σκότους·
ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου,
Verse: 23 
κατατέτακται δὲ εἰς σῖτα γυψίν·
οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα.
ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει,
Verse: 24 
ἀνάγκη δὲ καὶ ϑλῖψις αὐτὸν καϑέξει
ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων.
Verse: 25 
ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου,
ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν,
Verse: 26 
ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει
ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ,
Verse: 27 
ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ
καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων.S
Verse: 28 
αὐλισϑείη δὲ πόλεις ἐρήμους,
εἰσέλϑοι δὲ εἰς οἴκους ἀοικήτους·
δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.
Verse: 29 
οὔτε μὴ πλουτισϑῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα·
οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν
Verse: 30 
οὐδὲ μὴ ἐκϕύγῃ τὸ σκότος·
τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος,
ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνϑος.
Verse: 31 
μὴ πιστευέτω ὅτι ὑπομενεῖ,
κενὰ γὰρ ἀποβήσεται αὐτῷ·
Verse: 32 
τομὴ αὐτοῦ πρὸ ὥρας ϕϑαρήσεται,
καὶ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·
Verse: 33 
τρυγηϑείη δὲ ὥσπερ ὄμϕαξ πρὸ ὥρας,
ἐκπέσοι δὲ ὡς ἄνϑος ἐλαίας.
Verse: 34 
μαρτύριον γὰρ ἀσεβοῦς ϑάνατος,
πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.
Verse: 35 
ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας,
ἀποβήσεται δὲ αὐτῷ κενά,
δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.