TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1028
Chapter: 41
Verse: 1
᾽Εγκαινίζεσϑε
πρός
με
,
νῆσοι
,
οἱ
γὰρ
ἄρχοντες
ἀλλάξουσιν
ἰσχύν
·
ἐγγισάτωσαν
καὶ
λαλησάτωσαν
ἅμα
,
τότε
κρίσιν
ἀναγγειλάτωσαν
.
Verse: 2
τίς
ἐξήγειρεν
ἀπὸ
ἀνατολῶν
δικαιοσύνην
,
ἐκάλεσεν
αὐτὴν
κατὰ
πόδας
αὐτοῦ
,
καὶ
πορεύσεται
;
δώσει
ἐναντίον
ἐϑνῶν
καὶ
βασιλεῖς
ἐκστήσει
καὶ
δώσει
εἰς
γῆν
τὰς
μαχαίρας
αὐτῶν
καὶ
ὡς
ϕρύγανα
ἐξωσμένα
τὰ
τόξα
αὐτῶν
·
Verse: 3
καὶ
διώξεται
αὐτοὺς
καὶ
διελεύσεται
ἐν
εἰρήνῃ
ἡ
ὁδὸς
τῶν
ποδῶν
αὐτοῦ
.
Verse: 4
τίς
ἐνήργησεν
καὶ
ἐποίησεν
ταῦτα
;
ἐκάλεσεν
αὐτὴν
ὁ
καλῶν
αὐτὴν
ἀπὸ
γενεῶν
ἀρχῆς
,
ἐγὼ
ϑεὸς
πρῶτος
,
καὶ
εἰς
τὰ
ἐπερχόμενα
ἐγώ
εἰμι
.
Verse: 5
εἴδοσαν
ἔϑνη
καὶ
ἐϕοβήϑησαν
,
τὰ
ἄκρα
τῆς
γῆς
ἤγγισαν
καὶ
ἤλϑοσαν
ἅμα
Verse: 6
κρίνων
ἕκαστος
τῷ
πλησίον
καὶ
τῷ
ἀδελϕῷ
βοηϑῆσαι
καὶ
ἐρεῖ
Verse: 7
῎Ισχυσεν
ἀνὴρ
τέκτων
καὶ
χαλκεὺς
τύπτων
σϕύρῃ
ἅμα
ἐλαύνων
·
ποτὲ
μὲν
ἐρεῖ
Σύμβλημα
καλόν
ἐστιν
·
ἰσχύρωσαν
αὐτὰ
ἐν
ἥλοις
,
ϑήσουσιν
αὐτὰ
καὶ
οὐ
κινηϑήσονται
.
Verse: 8
Σὺ
δέ
,
Ισραηλ
,
παῖς
μου
Ιακωβ
,
ὃν
ἐξελεξάμην
,
σπέρμα
Αβρααμ
,
ὃν
ἠγάπησα
,
Verse: 9
οὗ
ἀντελαβόμην
ἀπ
'
ἄκρων
τῆς
γῆς
καὶ
ἐκ
τῶν
σκοπιῶν
αὐτῆς
ἐκάλεσά
σε
καὶ
εἶπά
σοι
Παῖς
μου
εἶ
,
ἐξελεξάμην
σε
καὶ
οὐκ
ἐγκατέλιπόν
σε
,
Verse: 10
μὴ
ϕοβοῦ
,
μετὰ
σοῦ
γάρ
εἰμι
·
μὴ
πλανῶ
,
ἐγὼ
γάρ
εἰμι
ὁ
ϑεός
σου
ὁ
ἐνισχύσας
σε
καὶ
ἐβοήϑησά
σοι
καὶ
ἠσϕαλισάμην
σε
τῇ
δεξιᾷ
τῇ
δικαίᾳ
μου
.
Verse: 11
ἰδοὺ
αἰσχυνϑήσονται
καὶ
ἐντραπήσονται
πάντες
οἱ
ἀντικείμενοί
σοι
·
ἔσονται
γὰρ
ὡς
οὐκ
ὄντες
καὶ
ἀπολοῦνται
πάντες
οἱ
ἀντίδικοί
σου
.
Verse: 12
ζητήσεις
αὐτοὺς
καὶ
οὐ
μὴ
εὕρῃς
τοὺς
ἀνϑρώπους
,
οἳ
παροινήσουσιν
εἰς
σέ
·
ἔσονται
γὰρ
ὡς
οὐκ
ὄντες
καὶ
οὐκ
ἔσονται
οἱ
ἀντιπολεμοῦντές
σε
.
Verse: 13
ὅτι
ἐγὼ
ὁ
ϑεός
σου
ὁ
κρατῶν
τῆς
δεξιᾶς
σου
,
ὁ
λέγων
σοι
Μὴ
ϕοβοῦ
,
Verse: 14
Ιακωβ
,
ὀλιγοστὸς
Ισραηλ
·
ἐγὼ
ἐβοήϑησά
σοι
,
λέγει
ὁ
ϑεὸς
ὁ
λυτρούμενός
σε
,
Ισραηλ
.
Verse: 15
ἰδοὺ
ἐποίησά
σε
ὡς
τροχοὺς
ἁμάξης
ἀλοῶντας
καινοὺς
πριστηροειδεῖς
,
καὶ
ἀλοήσεις
ὄρη
καὶ
λεπτυνεῖς
βουνοὺς
καὶ
ὡς
χνοῦν
ϑήσεις
·
Verse: 16
καὶ
λικμήσεις
,
καὶ
ἄνεμος
λήμψεται
αὐτούς
,
καὶ
καταιγὶς
διασπερεῖ
αὐτούς
,
σὺ
δὲ
εὐϕρανϑήσῃ
ἐν
τοῖς
ἁγίοις
Ισραηλ
.
καὶ
ἀγαλλιάσονται
Verse: 17
οἱ
πτωχοὶ
καὶ
οἱ
ἐνδεεῖς
·
ζητήσουσιν
γὰρ
ὕδωρ
,
καὶ
οὐκ
ἔσται
,
ἡ
γλῶσσα
αὐτῶν
ἀπὸ
τῆς
δίψης
ἐξηράνϑη
·
ἐγὼ
κύριος
ὁ
ϑεός
,
ἐγὼ
ἐπακούσομαι
,
ὁ
ϑεὸς
Ισραηλ
,
καὶ
οὐκ
ἐγκαταλείψω
αὐτούς
,
Verse: 18
ἀλλὰ
ἀνοίξω
ἐπὶ
τῶν
ὀρέων
ποταμοὺς
καὶ
ἐν
μέσῳ
πεδίων
πηγάς
,
ποιήσω
τὴν
ἔρημον
εἰς
ἕλη
καὶ
τὴν
διψῶσαν
γῆν
ἐν
ὑδραγωγοῖς
,
Verse: 19
ϑήσω
εἰς
τὴν
ἄνυδρον
γῆν
κέδρον
καὶ
πύξον
καὶ
μυρσίνην
καὶ
κυπάρισσον
καὶ
λεύκην
,
Verse: 20
ἵνα
ἴδωσιν
καὶ
γνῶσιν
καὶ
ἐννοηϑῶσιν
καὶ
ἐπιστῶνται
ἅμα
ὅτι
χεὶρ
κυρίου
ἐποίησεν
ταῦτα
πάντα
καὶ
ὁ
ἅγιος
τοῦ
Ισραηλ
κατέδειξεν
.
Verse: 21
᾽Εγγίζει
ἡ
κρίσις
ὑμῶν
,
λέγει
κύριος
ὁ
ϑεός
·
ἤγγισαν
αἱ
βουλαὶ
ὑμῶν
,
λέγει
ὁ
βασιλεὺς
Ιακωβ
.
Verse: 22
ἐγγισάτωσαν
καὶ
ἀναγγειλάτωσαν
ὑμῖν
ἃ
συμβήσεται
,
ἢ
τὰ
πρότερα
τίνα
ἦν
εἴπατε
,
καὶ
ἐπιστήσομεν
τὸν
νοῦν
καὶ
γνωσόμεϑα
τί
τὰ
ἔσχατα
,
καὶ
τὰ
ἐπερχόμενα
εἴπατε
ἡμῖν
.
Verse: 23
ἀναγγείλατε
ἡμῖν
τὰ
ἐπερχόμενα
ἐπ
'
ἐσχάτου
,
καὶ
γνωσόμεϑα
ὅτι
ϑεοί
ἐστε
·
εὖ
ποιήσατε
καὶ
κακώσατε
,
καὶ
ϑαυμασόμεϑα
καὶ
ὀψόμεϑα
ἅμα
·
Verse: 24
ὅτι
πόϑεν
ἐστὲ
ὑμεῖς
καὶ
πόϑεν
ἡ
ἐργασία
ὑμῶν
;
ἐκ
γῆς
·
βδέλυγμα
ἐξελέξαντο
ὑμᾶς
.
Verse: 25
ἐγὼ
δὲ
ἤγειρα
τὸν
ἀπὸ
βορρᾶ
καὶ
τὸν
ἀϕ
'
ἡλίου
ἀνατολῶν
,
κληϑήσονται
τῷ
ὀνόματί
μου
·
ἐρχέσϑωσαν
ἄρχοντες
,
καὶ
ὡς
πηλὸς
κεραμέως
καὶ
ὡς
κεραμεὺς
καταπατῶν
τὸν
πηλόν
,
οὕτως
καταπατηϑήσεσϑε
.
Verse: 26
τίς
γὰρ
ἀναγγελεῖ
τὰ
ἐξ
ἀρχῆς
,
ἵνα
γνῶμεν
,
καὶ
τὰ
ἔμπροσϑεν
,
καὶ
ἐροῦμεν
ὅτι
ἀληϑῆ
ἐστιν
;
οὐκ
ἔστιν
ὁ
προλέγων
οὐδὲ
ὁ
ἀκούων
ὑμῶν
τοὺς
λόγους
.
Verse: 27
ἀρχὴν
Σιων
δώσω
καὶ
Ιερουσαλημ
παρακαλέσω
εἰς
ὁδόν
.
Verse: 28
ἀπὸ
γὰρ
τῶν
ἐϑνῶν
ἰδοὺ
οὐδείς
,
καὶ
ἀπὸ
τῶν
εἰδώλων
αὐτῶν
οὐκ
ἦν
ὁ
ἀναγγέλλων
·
καὶ
ἐὰν
ἐρωτήσω
αὐτούς
Πόϑεν
ἐστέ
,
οὐ
μὴ
ἀποκριϑῶσίν
μοι
.
Verse: 29
εἰσὶν
γὰρ
οἱ
ποιοῦντες
ὑμᾶς
,
καὶ
μάτην
οἱ
πλανῶντες
ὑμᾶς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.