TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 629
Previous part

Chapter: 60 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυιδ.
Verse: 2 
Εἰσάκουσον, ϑεός, τῆς δεήσεώς μου,
πρόσχες τῇ προσευχῇ μου.
Verse: 3 
ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα
ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου·
ἐν πέτρᾳ ὕψωσάς με,
Verse: 4 
ὡδήγησάς με, ὅτι ἐγενήϑης ἐλπίς μου,
πύργος ἰσχύος ἀπὸ προσώπου ἐχϑροῦ.
Verse: 5 
παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας,
σκεπασϑήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.
διάψαλμα.
Verse: 6 
ὅτι σύ, ϑεός, εἰσήκουσας τῶν εὐχῶν μου,
ἔδωκας κληρονομίαν τοῖς ϕοβουμένοις τὸ ὄνομά σου.
Verse: 7 
ἡμέρας ἐϕ' ἡμέρας βασιλέως προσϑήσεις,
ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.
Verse: 8 
διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ ϑεοῦ·
ἔλεος καὶ ἀλήϑειαν αὐτοῦ τίς ἐκζητήσει;
Verse: 9 
οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.