TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 288
Previous part

Chapter: 28 
Verse: 1    Καὶ ἐγενήϑη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναϑροίζονται ἀλλόϕυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελϑεῖν πολεμεῖν μετὰ Ισραηλ, καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Γινώσκων γνώσει ὅτι μετ' ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου.
Verse: 2    
καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Οὕτω νῦν γνώσει ποιήσει δοῦλός σου· καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Οὕτως ἀρχισωματοϕύλακα ϑήσομαί σε πάσας τὰς ἡμέρας.
Verse: 3    
Καὶ Σαμουηλ ἀπέϑανεν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ καὶ ϑάπτουσιν αὐτὸν ἐν Αρμαϑαιμ ἐν πόλει αὐτοῦ. καὶ Σαουλ περιεῖλεν τοὺς ἐγγαστριμύϑους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.
Verse: 4    
καὶ συναϑροίζονται οἱ ἀλλόϕυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν, καὶ συναϑροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε.
Verse: 5    
καὶ εἶδεν Σαουλ τὴν παρεμβολὴν τῶν ἀλλοϕύλων καὶ ἐϕοβήϑη, καὶ ἐξέστη καρδία αὐτοῦ σϕόδρα.
Verse: 6    
καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου, καὶ οὐκ ἀπεκρίϑη αὐτῷ κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προϕήταις.
Verse: 7    
καὶ εἶπεν Σαουλ τοῖς παισὶν αὐτοῦ Ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυϑον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν ᾽Ιδοὺ γυνὴ ἐγγαστρίμυϑος ἐν Αενδωρ.
Verse: 8    
καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ' αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ Μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύϑῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.
Verse: 9    
καὶ εἶπεν γυνὴ πρὸς αὐτόν ᾽Ιδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ, ὡς ἐξωλέϑρευσεν τοὺς ἐγγαστριμύϑους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου ϑανατῶσαι αὐτήν;
Verse: 10    
καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.
Verse: 11    
καὶ εἶπεν γυνή Τίνα ἀναγάγω σοι; καὶ εἶπεν Τὸν Σαμουηλ ἀνάγαγέ μοι.
Verse: 12    
καὶ εἶδεν γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν ϕωνῇ μεγάλῃ· καὶ εἶπεν γυνὴ πρὸς Σαουλ ῞Ινα τί παρελογίσω με; καὶ σὺ εἶ Σαουλ.
Verse: 13    
καὶ εἶπεν αὐτῇ βασιλεύς Μὴ ϕοβοῦ, εἰπὸν τίνα ἑόρακας. καὶ εἶπεν αὐτῷ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.
Verse: 14    
καὶ εἶπεν αὐτῇ Τί ἔγνως; καὶ εἶπεν αὐτῷ ῎Ανδρα ὄρϑιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοίδα ἀναβεβλημένος. καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
Verse: 15    
καὶ εἶπεν Σαμουηλ ῞Ινα τί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπεν Σαουλ Θλίβομαι σϕόδρα, καὶ οἱ ἀλλόϕυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ϑεὸς ἀϕέστηκεν ἀπ' ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προϕητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.
Verse: 16    
καὶ εἶπεν Σαμουηλ ῞Ινα τί ἐπερωτᾷς με; καὶ κύριος ἀϕέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου·
Verse: 17    
καὶ πεποίηκεν κύριός σοι καϑὼς ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυιδ.
Verse: 18    
διότι οὐκ ἤκουσας ϕωνῆς κυρίου καὶ οὐκ ἐποίησας ϑυμὸν ὀργῆς αὐτοῦ ἐν Αμαληκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ.
Verse: 19    
καὶ παραδώσει κύριος τὸν Ισραηλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοϕύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει κύριος εἰς χεῖρας ἀλλοϕύλων.
Verse: 20    
καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐϕοβήϑη σϕόδρα ἀπὸ τῶν λόγων Σαμουηλ· καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι, οὐ γὰρ ἔϕαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.
Verse: 21    
καὶ εἰσῆλϑεν γυνὴ πρὸς Σαουλ καὶ εἶδεν ὅτι ἔσπευσεν σϕόδρα, καὶ εἶπεν πρὸς αὐτόν ᾽Ιδοὺ δὴ ἤκουσεν δούλη σου τῆς ϕωνῆς σου καὶ ἐϑέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι·
Verse: 22    
καὶ νῦν ἄκουσον δὴ ϕωνῆς τῆς δούλης σου, καὶ παραϑήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ ϕάγε, καὶ ἔσται ἐν σοὶ ἰσχύς, ὅτι πορεύσῃ ἐν ὁδῷ.
Verse: 23    
καὶ οὐκ ἐβουλήϑη ϕαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ γυνή, καὶ ἤκουσεν τῆς ϕωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάϑισεν ἐπὶ τὸν δίϕρον.
Verse: 24    
καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσεν καὶ ἔϑυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐϕύρασεν καὶ ἔπεψεν ἄζυμα
Verse: 25    
καὶ προσήγαγεν ἐνώπιον Σαουλ καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ, καὶ ἔϕαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλϑον τὴν νύκτα ἐκείνην.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.