TITUS
Novum Testamentum graece
Part No. 236
Previous part

Chapter: 4 
Verse: 1    ᾽Αγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ ϑεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροϕῆται ἐξεληλύϑασιν εἰς τὸν κόσμον.
Verse: 2    
ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ ϑεοῦ· πᾶν πνεῦμα ὁμολογεῖ ᾽Ιησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυϑότα ἐκ τοῦ ϑεοῦ ἐστιν,
Verse: 3    
καὶ πᾶν πνεῦμα μὴ ὁμολογεῖ τὸν ᾽Ιησοῦν ἐκ τοῦ ϑεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
Verse: 4    
ὑμεῖς ἐκ τοῦ ϑεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ἐν ὑμῖν ἐν τῷ κόσμῳ.
Verse: 5    
αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ κόσμος αὐτῶν ἀκούει.
Verse: 6    
ἡμεῖς ἐκ τοῦ ϑεοῦ ἐσμεν· γινώσκων τὸν ϑεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ ϑεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληϑείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
Verse: 7    
᾽Αγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἀγάπη ἐκ τοῦ ϑεοῦ ἐστιν, καὶ πᾶς ἀγαπῶν ἐκ τοῦ ϑεοῦ γεγέννηται καὶ γινώσκει τὸν ϑεόν.
Verse: 8    
μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν ϑεόν, ὅτι ϑεὸς ἀγάπη ἐστίν.
Verse: 9    
ἐν τούτῳ ἐϕανερώϑη ἀγάπη τοῦ ϑεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ϑεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι' αὐτοῦ.
Verse: 10    
ἐν τούτῳ ἐστὶν ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν ϑεόν, ἀλλ' ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
Verse: 11    
᾽Αγαπητοί, εἰ οὕτως ϑεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀϕείλομεν ἀλλήλους ἀγαπᾶν.
Verse: 12    
ϑεὸν οὐδεὶς πώποτε τεϑέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ϑεὸς ἐν ἡμῖν μένει καὶ ἀγάπη αὐτοῦ τετελειωμένη ἐν ἡμῖν ἐστιν.
Verse: 13    
᾽Εν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
Verse: 14    
καὶ ἡμεῖς τεϑεάμεϑα καὶ μαρτυροῦμεν ὅτι πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
Verse: 15    
ὃς ἐὰν ὁμολογήσῃ ὅτι ᾽Ιησοῦς ἐστιν υἱὸς τοῦ ϑεοῦ, ϑεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ ϑεῷ.
Verse: 16    
καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ϑεὸς ἐν ἡμῖν. ῾Ο ϑεὸς ἀγάπη ἐστίν, καὶ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ ϑεῷ μένει καὶ ϑεὸς ἐν αὐτῷ μένει.
Verse: 17    
ἐν τούτῳ τετελείωται ἀγάπη μεϑ' ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καϑὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
Verse: 18    
ϕόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ' τελεία ἀγάπη ἔξω βάλλει τὸν ϕόβον, ὅτι ϕόβος κόλασιν ἔχει, δὲ ϕοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
Verse: 19    
ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
Verse: 20    
ἐάν τις εἴπῃ ὅτι ᾽Αγαπῶ τὸν ϑεόν, καὶ τὸν ἀδελϕὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· γὰρ μὴ ἀγαπῶν τὸν ἀδελϕὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν ϑεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν.
Verse: 21    
καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτοῦ, ἵνα ἀγαπῶν τὸν ϑεὸν ἀγαπᾷ καὶ τὸν ἀδελϕὸν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.