TITUS
Novum Testamentum graece
Part No. 150
Previous part

Chapter: 15 
Verse: 1    Γνωρίζω δὲ ὑμῖν, ἀδελϕοί, τὸ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν, καὶ παρελάβετε, ἐν καὶ ἑστήκατε,
Verse: 2    
δι' οὗ καὶ σῴζεσϑε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
Verse: 3    
παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέϑανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραϕάς,
Verse: 4    
καὶ ὅτι ἐτάϕη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραϕάς,
Verse: 5    
καὶ ὅτι ὤϕϑη Κηϕᾷ, εἶτα τοῖς δώδεκα·
Verse: 6    
ἔπειτα ὤϕϑη ἐπάνω πεντακοσίοις ἀδελϕοῖς ἐϕάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήϑησαν·
Verse: 7    
ἔπειτα ὤϕϑη ᾽Ιακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν·
Verse: 8    
ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤϕϑη κἀμοί.
Verse: 9    
᾽Εγὼ γάρ εἰμι ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσϑαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ ϑεοῦ·
Verse: 10    
χάριτι δὲ ϑεοῦ εἰμι εἰμι, καὶ χάρις αὐτοῦ εἰς ἐμὲ οὐ κενὴ ἐγενήϑη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ χάρις τοῦ ϑεοῦ [ἡ] σὺν ἐμοί.
Verse: 11    
εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
Verse: 12    
Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
Verse: 13    
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
Verse: 14    
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα [καὶ] τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ πίστις ὑμῶν,
Verse: 15    
εὑρισκόμεϑα δὲ καὶ ψευδομάρτυρες τοῦ ϑεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ ϑεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
Verse: 16    
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
Verse: 17    
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
Verse: 18    
ἄρα καὶ οἱ κοιμηϑέντες ἐν Χριστῷ ἀπώλοντο.
Verse: 19    
εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνϑρώπων ἐσμέν.
Verse: 20    
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
Verse: 21    
ἐπειδὴ γὰρ δι' ἀνϑρώπου ϑάνατος, καὶ δι' ἀνϑρώπου ἀνάστασις νεκρῶν·
Verse: 22    
ὥσπερ γὰρ ἐν τῷ ᾽Αδὰμ πάντες ἀποϑνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηϑήσονται.
Verse: 23    
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
Verse: 24    
εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ ϑεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
Verse: 25    
δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ ϑῇ πάντας τοὺς ἐχϑροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
Verse: 26    
ἔσχατος ἐχϑρὸς καταργεῖται ϑάνατος·
Verse: 27    
πάνταγὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
Verse: 28    
ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε [καὶ] αὐτὸς υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ϑεὸς [τὰ] πάντα ἐν πᾶσιν.
Verse: 29    
᾽Επεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;
Verse: 30    
τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
Verse: 31    
καϑ' ἡμέραν ἀποϑνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, [ἀδελϕοί,] ἣν ἔχω ἐν Χριστῷ ᾽Ιησοῦ τῷ κυρίῳ ἡμῶν.
Verse: 32    
εἰ κατὰ ἄνϑρωπον ἐϑηριομάχησα ἐν ᾽Εϕέσῳ, τί μοι τὸ ὄϕελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποϑνῄσκομεν.
Verse: 33    
μὴ πλανᾶσϑε· Φϑείρουσιν ἤϑη χρηστὰ ὁμιλίαι κακαί.
Verse: 34    
ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ ϑεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.
Verse: 35    
᾽Αλλὰ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;
Verse: 36    
ἄϕρων, σὺ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποϑάνῃ·
Verse: 37    
καὶ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου τινος τῶν λοιπῶν·
Verse: 38    
δὲ ϑεὸς δίδωσιν αὐτῷ σῶμα καϑὼς ἠϑέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.
Verse: 39    
οὐ πᾶσα σὰρξ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνϑρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχϑύων.
Verse: 40    
καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ τῶν ἐπιγείων.
Verse: 41    
ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαϕέρει ἐν δόξῃ.
Verse: 42    
Οὕτως καὶ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν ϕϑορᾷ, ἐγείρεται ἐν ἀϕϑαρσίᾳ·
Verse: 43    
σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσϑενείᾳ, ἐγείρεται ἐν δυνάμει·
Verse: 44    
σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν.
Verse: 45    
οὕτως καὶ γέγραπται, ᾽Εγένετο πρῶτος ἄνϑρωπος ᾽Αδὰμ εἰς ψυχὴν ζῶσαν· ἔσχατος ᾽Αδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.
Verse: 46    
ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
Verse: 47    
πρῶτος ἄνϑρωπος ἐκ γῆς χοϊκός, δεύτερος ἄνϑρωπος ἐξ οὐρανοῦ.
Verse: 48    
οἷος χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
Verse: 49    
καὶ καϑὼς ἐϕορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, ϕορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
Verse: 50    
Τοῦτο δέ ϕημι, ἀδελϕοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν ϑεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ϕϑορὰ τὴν ἀϕϑαρσίαν κληρονομεῖ.
Verse: 51    
ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηϑησόμεϑα, πάντες δὲ ἀλλαγησόμεϑα,
Verse: 52    
ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀϕϑαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερϑήσονται ἄϕϑαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεϑα.
Verse: 53    
δεῖ γὰρ τὸ ϕϑαρτὸν τοῦτο ἐνδύσασϑαι ἀϕϑαρσίαν καὶ τὸ ϑνητὸν τοῦτο ἐνδύσασϑαι ἀϑανασίαν.
Verse: 54    
ὅταν δὲ τὸ ϕϑαρτὸν τοῦτο ἐνδύσηται ἀϕϑαρσίαν καὶ τὸ ϑνητὸν τοῦτο ἐνδύσηται ἀϑανασίαν, τότε γενήσεται λόγος γεγραμμένος, Κατεπόϑη ϑάνατος εἰς νῖκος.
Verse: 55    
ποῦ σου, ϑάνατε, τὸ νῖκος; ποῦ σου, ϑάνατε, τὸ κέντρον;
Verse: 56    
τὸ δὲ κέντρον τοῦ ϑανάτου ἁμαρτία, δὲ δύναμις τῆς ἁμαρτίας νόμος·
Verse: 57    
τῷ δὲ ϑεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ.
Verse: 58    
῞Ωστε, ἀδελϕοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσϑε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.