TITUS
Novum Testamentum graece
Part No. 88
Previous part

Chapter: 20 
Verse: 1    Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία Μαγδαληνὴ ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίϑον ἠρμένον ἐκ τοῦ μνημείου.
Verse: 2    
τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαϑητὴν ὃν ἐϕίλει ᾽Ιησοῦς, καὶ λέγει αὐτοῖς, ῏Ηραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔϑηκαν αὐτόν.
Verse: 3    
᾽Εξῆλϑεν οὖν Πέτρος καὶ ἄλλος μαϑητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.
Verse: 4    
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ἄλλος μαϑητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλϑεν πρῶτος εἰς τὸ μνημεῖον,
Verse: 5    
καὶ παρακύψας βλέπει κείμενα τὰ ὀϑόνια, οὐ μέντοι εἰσῆλϑεν.
Verse: 6    
ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουϑῶν αὐτῷ, καὶ εἰσῆλϑεν εἰς τὸ μνημεῖον· καὶ ϑεωρεῖ τὰ ὀϑόνια κείμενα,
Verse: 7    
καὶ τὸ σουδάριον, ἦν ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀϑονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
Verse: 8    
τότε οὖν εἰσῆλϑεν καὶ ἄλλος μαϑητὴς ἐλϑὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν·
Verse: 9    
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραϕὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
Verse: 10    
ἀπῆλϑον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαϑηταί.
Verse: 11    
Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον,
Verse: 12    
καὶ ϑεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καϑεζομένους, ἕνα πρὸς τῇ κεϕαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ᾽Ιησοῦ.
Verse: 13    
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι ῏Ηραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔϑηκαν αὐτόν.
Verse: 14    
ταῦτα εἰποῦσα ἐστράϕη εἰς τὰ ὀπίσω, καὶ ϑεωρεῖ τὸν ᾽Ιησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι ᾽Ιησοῦς ἐστιν.
Verse: 15    
λέγει αὐτῇ ᾽Ιησοῦς, Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι κηπουρός ἐστιν λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔϑηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.
Verse: 16    
λέγει αὐτῇ ᾽Ιησοῦς, Μαρία. στραϕεῖσα ἐκείνη λέγει αὐτῷ ῾Εβραϊστί, Ραββουνι [ὃ λέγεται Διδάσκαλε].
Verse: 17    
λέγει αὐτῇ ᾽Ιησοῦς, Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελϕούς μου καὶ εἰπὲ αὐτοῖς, ᾽Αναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ ϑεόν μου καὶ ϑεὸν ὑμῶν.
Verse: 18    
ἔρχεται Μαρία Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαϑηταῖς ὅτι ῾Εώρακα τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
Verse: 19    
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν ϑυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαϑηταὶ διὰ τὸν ϕόβον τῶν ᾽Ιουδαίων, ἦλϑεν ᾽Ιησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.
Verse: 20    
καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαϑηταὶ ἰδόντες τὸν κύριον.
Verse: 21    
εἶπεν οὖν αὐτοῖς πάλιν, Εἰρήνη ὑμῖν· καϑὼς ἀπέσταλκέν με πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
Verse: 22    
καὶ τοῦτο εἰπὼν ἐνεϕύσησεν καὶ λέγει αὐτοῖς, Λάβετε πνεῦμα ἅγιον·
Verse: 23    
ἄν τινων ἀϕῆτε τὰς ἁμαρτίας ἀϕέωνται αὐτοῖς, ἄν τινων κρατῆτε κεκράτηνται.
Verse: 24    
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλϑεν ᾽Ιησοῦς.
Verse: 25    
ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαϑηταί, ῾Εωράκαμεν τὸν κύριον. δὲ εἶπεν αὐτοῖς, ᾽Εὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
Verse: 26    
Καὶ μεϑ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαϑηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. ἔρχεται ᾽Ιησοῦς τῶν ϑυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, Εἰρήνη ὑμῖν.
Verse: 27    
εἶτα λέγει τῷ Θωμᾷ, Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ ϕέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.
Verse: 28    
ἀπεκρίϑη Θωμᾶς καὶ εἶπεν αὐτῷ, ῾Ο κύριός μου καὶ ϑεός μου.
Verse: 29    
λέγει αὐτῷ ᾽Ιησοῦς, ῞Οτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Verse: 30    
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ᾽Ιησοῦς ἐνώπιον τῶν μαϑητῶν [αὐτοῦ], οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
Verse: 31    
ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ᾽Ιησοῦς ἐστιν Χριστὸς υἱὸς τοῦ ϑεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.