TITUS
Novum Testamentum graece
Part No. 16
Previous part

Chapter: 16 
Verse: 1    Καὶ προσελϑόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.
Verse: 2    
δὲ ἀποκριϑεὶς εἶπεν αὐτοῖς, [᾽Οψίας γενομένης λέγετε, Εὐδία, πυρράζει γὰρ οὐρανός·
Verse: 3    
καὶ πρωί, Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασϑε.]
Verse: 4    
Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοϑήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ᾽Ιωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλϑεν.
Verse: 5    
Καὶ ἐλϑόντες οἱ μαϑηταὶ εἰς τὸ πέραν ἐπελάϑοντο ἄρτους λαβεῖν.
Verse: 6    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, ῾Ορᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Verse: 7    
οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ῎Αρτους οὐκ ἐλάβομεν.
Verse: 8    
γνοὺς δὲ ᾽Ιησοῦς εἶπεν, Τί διαλογίζεσϑε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε;
Verse: 9    
οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοϕίνους ἐλάβετε;
Verse: 10    
οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε;
Verse: 11    
πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Verse: 12    
τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης [τῶν ἄρτων] ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Verse: 13    
᾽Ελϑὼν δὲ ᾽Ιησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαϑητὰς αὐτοῦ λέγων, Τίνα λέγουσιν οἱ ἄνϑρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνϑρώπου;
Verse: 14    
οἱ δὲ εἶπαν, Οἱ μὲν ᾽Ιωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ᾽Ηλίαν, ἕτεροι δὲ ᾽Ιερεμίαν ἕνα τῶν προϕητῶν.
Verse: 15    
λέγει αὐτοῖς, ῾Υμεῖς δὲ τίνα με λέγετε εἶναι;
Verse: 16    
ἀποκριϑεὶς δὲ Σίμων Πέτρος εἶπεν, Σὺ εἶ Χριστὸς υἱὸς τοῦ ϑεοῦ τοῦ ζῶντος.
Verse: 17    
ἀποκριϑεὶς δὲ ᾽Ιησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ' πατήρ μου ἐν τοῖς οὐρανοῖς.
Verse: 18    
κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
Verse: 19    
δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
Verse: 20    
τότε διεστείλατο τοῖς μαϑηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν Χριστός.
Verse: 21    
᾽Απὸ τότε ἤρξατο ᾽Ιησοῦς δεικνύειν τοῖς μαϑηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾Ιεροσόλυμα ἀπελϑεῖν καὶ πολλὰ παϑεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανϑῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερϑῆναι.
Verse: 22    
καὶ προσλαβόμενος αὐτὸν Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων, ῞Ιλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.
Verse: 23    
δὲ στραϕεὶς εἶπεν τῷ Πέτρῳ, ῞Υπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον εἶ ἐμοῦ, ὅτι οὐ ϕρονεῖς τὰ τοῦ ϑεοῦ ἀλλὰ τὰ τῶν ἀνϑρώπων.
Verse: 24    
Τότε ᾽Ιησοῦς εἶπεν τοῖς μαϑηταῖς αὐτοῦ, Εἴ τις ϑέλει ὀπίσω μου ἐλϑεῖν, ἀπαρνησάσϑω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουϑείτω μοι.
Verse: 25    
ὃς γὰρ ἐὰν ϑέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
Verse: 26    
τί γὰρ ὠϕεληϑήσεται ἄνϑρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωϑῇ; τί δώσει ἄνϑρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
Verse: 27    
μέλλει γὰρ υἱὸς τοῦ ἀνϑρώπου ἔρχεσϑαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
Verse: 28    
ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται ϑανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνϑρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.