TITUS
Novum Testamentum graece
Part No. 18
Previous part

Chapter: 18 
Verse: 1    ᾽Εν ἐκείνῃ τῇ ὥρᾳ προσῆλϑον οἱ μαϑηταὶ τῷ ᾽Ιησοῦ λέγοντες, Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
Verse: 2    
καὶ προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν
Verse: 3    
καὶ εἶπεν, ᾽Αμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραϕῆτε καὶ γένησϑε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλϑητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Verse: 4    
ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Verse: 5    
καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
Verse: 6    
῝Ος δ' ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμϕέρει αὐτῷ ἵνα κρεμασϑῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισϑῇ ἐν τῷ πελάγει τῆς ϑαλάσσης.
Verse: 7    
οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλϑεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνϑρώπῳ δι' οὗ τὸ σκάνδαλον ἔρχεται.
Verse: 8    
Εἰ δὲ χείρ σου πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελϑεῖν εἰς τὴν ζωὴν κυλλὸν χωλόν, δύο χεῖρας δύο πόδας ἔχοντα βληϑῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.
Verse: 9    
καὶ εἰ ὀϕϑαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόϕϑαλμον εἰς τὴν ζωὴν εἰσελϑεῖν, δύο ὀϕϑαλμοὺς ἔχοντα βληϑῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
Verse: 10    
῾Ορᾶτε μὴ καταϕρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Verse: 12    
Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνϑρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηϑῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀϕήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη καὶ πορευϑεὶς ζητεῖ τὸ πλανώμενον;
Verse: 13    
καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ' αὐτῷ μᾶλλον ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.
Verse: 14    
οὕτως οὐκ ἔστιν ϑέλημα ἔμπροσϑεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων.
Verse: 15    
᾽Εὰν δὲ ἁμαρτήσῃ [εἰς σὲ] ἀδελϕός σου, ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελϕόν σου·
Verse: 16    
ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων τριῶν σταϑῇ πᾶν ῥῆμα·
Verse: 17    
ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ἐϑνικὸς καὶ τελώνης.
Verse: 18    
᾽Αμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν οὐρανῷ.
Verse: 19    
Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμϕωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Verse: 20    
οὗ γάρ εἰσιν δύο τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
Verse: 21    
Τότε προσελϑὼν Πέτρος εἶπεν αὐτῷ, Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ἀδελϕός μου καὶ ἀϕήσω αὐτῷ; ἕως ἑπτάκις;
Verse: 22    
λέγει αὐτῷ ᾽Ιησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.
Verse: 23    
Διὰ τοῦτο ὡμοιώϑη βασιλεία τῶν οὐρανῶν ἀνϑρώπῳ βασιλεῖ ὃς ἠϑέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
Verse: 24    
ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχϑη αὐτῷ εἷς ὀϕειλέτης μυρίων ταλάντων.
Verse: 25    
μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν κύριος πραϑῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει, καὶ ἀποδοϑῆναι.
Verse: 26    
πεσὼν οὖν δοῦλος προσεκύνει αὐτῷ λέγων, Μακροϑύμησον ἐπ' ἐμοί, καὶ πάντα ἀποδώσω σοι.
Verse: 27    
σπλαγχνισϑεὶς δὲ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀϕῆκεν αὐτῷ.
Verse: 28    
ἐξελϑὼν δὲ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤϕειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων, ᾽Απόδος εἴ τι ὀϕείλεις.
Verse: 29    
πεσὼν οὖν σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων, Μακροϑύμησον ἐπ' ἐμοί, καὶ ἀποδώσω σοι.
Verse: 30    
δὲ οὐκ ἤϑελεν, ἀλλὰ ἀπελϑὼν ἔβαλεν αὐτὸν εἰς ϕυλακὴν ἕως ἀποδῷ τὸ ὀϕειλόμενον.
Verse: 31    
ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήϑησαν σϕόδρα, καὶ ἐλϑόντες διεσάϕησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
Verse: 32    
τότε προσκαλεσάμενος αὐτὸν κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀϕειλὴν ἐκείνην ἀϕῆκά σοι, ἐπεὶ παρεκάλεσάς με·
Verse: 33    
οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα;
Verse: 34    
καὶ ὀργισϑεὶς κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀϕειλόμενον.
Verse: 35    
Οὕτως καὶ πατήρ μου οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀϕῆτε ἕκαστος τῷ ἀδελϕῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.