TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 22
Previous part

Chapter: 22 
Verse: 1    Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ϑεὸς ἐπείραζεν τὸν Αβρααμ καὶ εἶπεν πρὸς αὐτόν Αβρααμ, Αβρααμ· δὲ εἶπεν ᾽Ιδοὺ ἐγώ.
Verse: 2    
καὶ εἶπεν Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ισαακ, καὶ πορεύϑητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐϕ' ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.
Verse: 3    
ἀναστὰς δὲ Αβρααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ· παρέλαβεν δὲ μεϑ' ἑαυτοῦ δύο παῖδας καὶ Ισαακ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύϑη καὶ ἦλϑεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ϑεός.
Verse: 4    
τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναβλέψας Αβρααμ τοῖς ὀϕϑαλμοῖς εἶδεν τὸν τόπον μακρόϑεν.
Verse: 5    
καὶ εἶπεν Αβρααμ τοῖς παισὶν αὐτοῦ Καϑίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεϑα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς.
Verse: 6    
ἔλαβεν δὲ Αβρααμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέϑηκεν Ισαακ τῷ υἱῷ αὐτοῦ· ἔλαβεν δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν, καὶ ἐπορεύϑησαν οἱ δύο ἅμα.
Verse: 7    
εἶπεν δὲ Ισαακ πρὸς Αβρααμ τὸν πατέρα αὐτοῦ εἴπας Πάτερ. δὲ εἶπεν Τί ἐστιν, τέκνον; λέγων ᾽Ιδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν;
Verse: 8    
εἶπεν δὲ Αβρααμ ῾Ο ϑεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευϑέντες δὲ ἀμϕότεροι ἅμα
Verse: 9    
ἦλϑον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ϑεός. καὶ ᾠκοδόμησεν ἐκεῖ Αβρααμ ϑυσιαστήριον καὶ ἐπέϑηκεν τὰ ξύλα καὶ συμποδίσας Ισαακ τὸν υἱὸν αὐτοῦ ἐπέϑηκεν αὐτὸν ἐπὶ τὸ ϑυσιαστήριον ἐπάνω τῶν ξύλων.
Verse: 10    
καὶ ἐξέτεινεν Αβρααμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σϕάξαι τὸν υἱὸν αὐτοῦ.
Verse: 11    
καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ Αβρααμ, Αβρααμ. δὲ εἶπεν ᾽Ιδοὺ ἐγώ.
Verse: 12    
καὶ εἶπεν Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων ὅτι ϕοβῇ τὸν ϑεὸν σὺ καὶ οὐκ ἐϕείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ.
Verse: 13    
καὶ ἀναβλέψας Αβρααμ τοῖς ὀϕϑαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν ϕυτῷ σαβεκ τῶν κεράτων· καὶ ἐπορεύϑη Αβρααμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ισαακ τοῦ υἱοῦ αὐτοῦ.
Verse: 14    
καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κύριος εἶδεν, ἵνα εἴπωσιν σήμερον ᾽Εν τῷ ὄρει κύριος ὤϕϑη.
Verse: 15    
καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Αβρααμ δεύτερον ἐκ τοῦ οὐρανοῦ
Verse: 16    
λέγων Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐϕείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ,
Verse: 17    
μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληϑύνων πληϑυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς ϑαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων·
Verse: 18    
καὶ ἐνευλογηϑήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔϑνη τῆς γῆς, ἀνϑ' ὧν ὑπήκουσας τῆς ἐμῆς ϕωνῆς.
Verse: 19    
ἀπεστράϕη δὲ Αβρααμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύϑησαν ἅμα ἐπὶ τὸ ϕρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν Αβρααμ ἐπὶ τῷ ϕρέατι τοῦ ὅρκου.
Verse: 20    
᾽Εγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Αβρααμ λέγοντες ᾽Ιδοὺ τέτοκεν Μελχα καὶ αὐτὴ υἱοὺς Ναχωρ τῷ ἀδελϕῷ σου,
Verse: 21    
τὸν Ωξ πρωτότοκον καὶ τὸν Βαυξ ἀδελϕὸν αὐτοῦ καὶ τὸν Καμουηλ πατέρα Σύρων
Verse: 22    
καὶ τὸν Χασαδ καὶ τὸν Αζαυ καὶ τὸν Φαλδας καὶ τὸν Ιεδλαϕ καὶ τὸν Βαϑουηλ·
Verse: 23    
καὶ Βαϑουηλ ἐγέννησεν τὴν Ρεβεκκαν. ὀκτὼ οὗτοι υἱοί, οὓς ἔτεκεν Μελχα τῷ Ναχωρ τῷ ἀδελϕῷ Αβρααμ.
Verse: 24    
καὶ παλλακὴ αὐτοῦ, ὄνομα Ρεημα, ἔτεκεν καὶ αὐτὴ τὸν Ταβεκ καὶ τὸν Γααμ καὶ τὸν Τοχος καὶ τὸν Μωχα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.