TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1002
Previous part

Chapter: 15 
Verse: 1    Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος. Νυκτὸς ἀπολεῖται Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.
Verse: 2    
λυπεῖσϑε ἐϕ' ἑαυτοῖς, ἀπολεῖται γὰρ καὶ Δηβων· οὗ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσϑε κλαίειν· ἐπὶ Ναβαυ τῆς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεϕαλῆς ϕαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι·
Verse: 3    
ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασϑε σάκκους καὶ κόπτεσϑε, ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυϑμοῦ.
Verse: 4    
ὅτι κέκραγεν Εσεβων καὶ Ελεαλη, ἕως Ιασσα ἠκούσϑη ϕωνὴ αὐτῶν· διὰ τοῦτο ὀσϕὺς τῆς Μωαβίτιδος βοᾷ, ψυχὴ αὐτῆς γνώσεται.
Verse: 5    
καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγωρ, δάμαλις γάρ ἐστιν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουιϑ πρὸς σὲ κλαίοντες ἀναβήσονται, τῇ ὁδῷ Αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός.
Verse: 6    
τὸ ὕδωρ τῆς Νεμριμ ἔρημον ἔσται, καὶ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται.
Verse: 7    
μὴ καὶ οὕτως μέλλει σωϑῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν ϕάραγγα ῎Αραβας, καὶ λήμψονται αὐτήν.
Verse: 8    
συνῆψεν γὰρ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Αγαλλιμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ ϕρέατος τοῦ Αιλιμ.
Verse: 9    
τὸ δὲ ὕδωρ τὸ Ρεμμων πλησϑήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ρεμμων ῎Αραβας καὶ ἀρῶ τὸ σπέρμα Μωαβ καὶ Αριηλ καὶ τὸ κατάλοιπον Αδαμα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.