TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1020
Previous part

Chapter: 33 
Verse: 1    Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ἀϑετῶν ὑμᾶς οὐκ ἀϑετεῖ· ἁλώσονται οἱ ἀϑετοῦντες καὶ παραδοϑήσονται καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηϑήσονται.
Verse: 2    
κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίϑαμεν· ἐγενήϑη τὸ σπέρμα τῶν ἀπειϑούντων εἰς ἀπώλειαν, δὲ σωτηρία ἡμῶν ἐν καιρῷ ϑλίψεως.
Verse: 3    
διὰ ϕωνὴν τοῦ ϕόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ ϕόβου σου, καὶ διεσπάρησαν τὰ ἔϑνη.
Verse: 4    
νῦν δὲ συναχϑήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν.
Verse: 5    
ἅγιος ϑεὸς κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσϑη Σιων κρίσεως καὶ δικαιοσύνης.
Verse: 6    
ἐν νόμῳ παραδοϑήσονται, ἐν ϑησαυροῖς σωτηρία ἡμῶν, ἐκεῖ σοϕία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον· οὗτοί εἰσιν ϑησαυροὶ δικαιοσύνης.
Verse: 7    
ἰδοὺ δὴ ἐν τῷ ϕόβῳ ὑμῶν αὐτοὶ ϕοβηϑήσονται· οὓς ἐϕοβεῖσϑε, ϕοβηϑήσονται ἀϕ' ὑμῶν· ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην πικρῶς κλαίοντες παρακαλοῦντες εἰρήνην.
Verse: 8    
ἐρημωϑήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ϕόβος τῶν ἐϑνῶν, καὶ πρὸς τούτους διαϑήκη αἴρεται, καὶ οὐ μὴ λογίσησϑε αὐτοὺς ἀνϑρώπους.
Verse: 9    
ἐπένϑησεν γῆ, ᾐσχύνϑη Λίβανος, ἕλη ἐγένετο Σαρων· ϕανερὰ ἔσται Γαλιλαία καὶ Κάρμηλος.
Verse: 10    
νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασϑήσομαι, νῦν ὑψωϑήσομαι·
Verse: 11    
νῦν ὄψεσϑε, νῦν αἰσϑηϑήσεσϑε· ματαία ἔσται ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ ὑμᾶς κατέδεται.
Verse: 12    
καὶ ἔσονται ἔϑνη κατακεκαυμένα ὡς ἄκανϑα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη.
Verse: 13    
ἀκούσονται οἱ πόρρωϑεν ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου.
Verse: 14    
ἀπέστησαν οἱ ἐν Σιων ἄνομοι, λήμψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;
Verse: 15    
πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐϑεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀϕϑαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν,
Verse: 16    
οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοϑήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.
Verse: 17    
βασιλέα μετὰ δόξης ὄψεσϑε, καὶ οἱ ὀϕϑαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωϑεν.
Verse: 18    
ψυχὴ ὑμῶν μελετήσει ϕόβον· ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ἀριϑμῶν τοὺς τρεϕομένους
Verse: 19    
μικρὸν καὶ μέγαν λαόν; οὐ συνεβουλεύσαντο οὐδὲ ᾔδει βαϑύϕωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεϕαυλισμένος, καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις.
Verse: 20    
ἰδοὺ Σιων πόλις τὸ σωτήριον ἡμῶν· οἱ ὀϕϑαλμοί σου ὄψονται Ιερουσαλημ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισϑῶσιν, οὐδὲ μὴ κινηϑῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν.
Verse: 21    
ὅτι τὸ ὄνομα κυρίου μέγα ὑμῖν· τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον.
Verse: 22    
γὰρ ϑεός μου μέγας ἐστίν, οὐ παρελεύσεταί με κύριος· κριτὴς ἡμῶν κύριος, ἄρχων ἡμῶν κύριος, βασιλεὺς ἡμῶν κύριος, οὗτος ἡμᾶς σώσει.
Verse: 23    
ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοϑῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν.
Verse: 24    
καὶ οὐ μὴ εἴπῃ Κοπιῶ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀϕέϑη γὰρ αὐτοῖς ἁμαρτία.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.