TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1025
Previous part

Chapter: 38 
Verse: 1    ᾽Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσϑη Εζεκιας ἕως ϑανάτου· καὶ ἦλϑεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως προϕήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ἀποϑνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ.
Verse: 2    
καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς κύριον
Verse: 3    
λέγων Μνήσϑητι, κύριε, ὡς ἐπορεύϑην ἐνώπιόν σου μετὰ ἀληϑείας ἐν καρδίᾳ ἀληϑινῇ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Εζεκιας κλαυϑμῷ μεγάλῳ.
Verse: 4    
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ησαιαν λέγων
Verse: 5    
Πορεύϑητι καὶ εἰπὸν Εζεκια Τάδε λέγει κύριος ϑεὸς Δαυιδ τοῦ πατρός σου ῎Ηκουσα τῆς ϕωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίϑημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε·
Verse: 6    
καὶ ἐκ χειρὸς βασιλέως ᾽Ασσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ.
Verse: 7    
τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ϑεὸς ποιήσει τὸ ῥῆμα τοῦτο·
Verse: 8    
τὴν σκιὰν τῶν ἀναβαϑμῶν, οὓς κατέβη ἥλιος, τοὺς δέκα ἀναβαϑμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαϑμούς. καὶ ἀνέβη ἥλιος τοὺς δέκα ἀναβαϑμούς, οὓς κατέβη σκιά.
Verse: 9    
Προσευχὴ Εζεκιου βασιλέως τῆς Ιουδαίας, ἡνίκα ἐμαλακίσϑη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.
Verse: 10    
᾽Εγὼ εἶπα ᾽Εν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
Verse: 11    
εἶπα Οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ ϑεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι μὴ ἴδω ἄνϑρωπον
Verse: 12    
ἐκ τῆς συγγενείας μου. κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλϑεν καὶ ἀπῆλϑεν ἀπ' ἐμοῦ ὥσπερ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ' ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίϑου ἐγγιζούσης ἐκτεμεῖν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόϑην
Verse: 13    
ἕως πρωὶ ὡς λέοντι· οὕτως τὰ ὀστᾶ μου συνέτριψεν, ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόϑην.
Verse: 14    
ὡς χελιδών, οὕτως ϕωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀϕϑαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με
Verse: 15    
καὶ ἀϕείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.
Verse: 16    
κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληϑεὶς ἔζησα.
Verse: 17    
εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.
Verse: 18    
οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποϑανόντες εὐλογήσουσίν σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου·
Verse: 19    
οἱ ζῶντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ. ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου,
Verse: 20    
κύριε τῆς σωτηρίας μου· καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ ϑεοῦ.
Verse: 21    
Καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν Λαβὲ παλάϑην ἐκ σύκων καὶ τρῖψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ.
Verse: 22    
καὶ εἶπεν Εζεκιας Τοῦτο τὸ σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον κυρίου τοῦ ϑεοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.