TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1025
Chapter: 38
Verse: 1
᾽Εγένετο
δὲ
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
ἐμαλακίσϑη
Εζεκιας
ἕως
ϑανάτου
·
καὶ
ἦλϑεν
πρὸς
αὐτὸν
Ησαιας
υἱὸς
Αμως
ὁ
προϕήτης
καὶ
εἶπεν
πρὸς
αὐτόν
Τάδε
λέγει
κύριος
Τάξαι
περὶ
τοῦ
οἴκου
σου
,
ἀποϑνῄσκεις
γὰρ
σὺ
καὶ
οὐ
ζήσῃ
.
Verse: 2
καὶ
ἀπέστρεψεν
Εζεκιας
τὸ
πρόσωπον
αὐτοῦ
πρὸς
τὸν
τοῖχον
καὶ
προσηύξατο
πρὸς
κύριον
Verse: 3
λέγων
Μνήσϑητι
,
κύριε
,
ὡς
ἐπορεύϑην
ἐνώπιόν
σου
μετὰ
ἀληϑείας
ἐν
καρδίᾳ
ἀληϑινῇ
καὶ
τὰ
ἀρεστὰ
ἐνώπιόν
σου
ἐποίησα
·
καὶ
ἔκλαυσεν
Εζεκιας
κλαυϑμῷ
μεγάλῳ
.
Verse: 4
καὶ
ἐγένετο
λόγος
κυρίου
πρὸς
Ησαιαν
λέγων
Verse: 5
Πορεύϑητι
καὶ
εἰπὸν
Εζεκια
Τάδε
λέγει
κύριος
ὁ
ϑεὸς
Δαυιδ
τοῦ
πατρός
σου
῎Ηκουσα
τῆς
ϕωνῆς
τῆς
προσευχῆς
σου
καὶ
εἶδον
τὰ
δάκρυά
σου
·
ἰδοὺ
προστίϑημι
πρὸς
τὸν
χρόνον
σου
ἔτη
δέκα
πέντε
·
Verse: 6
καὶ
ἐκ
χειρὸς
βασιλέως
᾽Ασσυρίων
σώσω
σε
καὶ
ὑπὲρ
τῆς
πόλεως
ταύτης
ὑπερασπιῶ
.
Verse: 7
τοῦτο
δέ
σοι
τὸ
σημεῖον
παρὰ
κυρίου
ὅτι
ὁ
ϑεὸς
ποιήσει
τὸ
ῥῆμα
τοῦτο
·
Verse: 8
τὴν
σκιὰν
τῶν
ἀναβαϑμῶν
,
οὓς
κατέβη
ὁ
ἥλιος
,
τοὺς
δέκα
ἀναβαϑμοὺς
τοῦ
οἴκου
τοῦ
πατρός
σου
,
ἀποστρέψω
τὸν
ἥλιον
τοὺς
δέκα
ἀναβαϑμούς
.
καὶ
ἀνέβη
ὁ
ἥλιος
τοὺς
δέκα
ἀναβαϑμούς
,
οὓς
κατέβη
ἡ
σκιά
.
Verse: 9
Προσευχὴ
Εζεκιου
βασιλέως
τῆς
Ιουδαίας
,
ἡνίκα
ἐμαλακίσϑη
καὶ
ἀνέστη
ἐκ
τῆς
μαλακίας
αὐτοῦ
.
Verse: 10
᾽Εγὼ
εἶπα
᾽Εν
τῷ
ὕψει
τῶν
ἡμερῶν
μου
ἐν
πύλαις
ᾅδου
καταλείψω
τὰ
ἔτη
τὰ
ἐπίλοιπα
.
Verse: 11
εἶπα
Οὐκέτι
μὴ
ἴδω
τὸ
σωτήριον
τοῦ
ϑεοῦ
ἐπὶ
τῆς
γῆς
,
οὐκέτι
μὴ
ἴδω
ἄνϑρωπον
Verse: 12
ἐκ
τῆς
συγγενείας
μου
.
κατέλιπον
τὸ
λοιπὸν
τῆς
ζωῆς
μου
·
ἐξῆλϑεν
καὶ
ἀπῆλϑεν
ἀπ
'
ἐμοῦ
ὥσπερ
ὁ
καταλύων
σκηνὴν
πήξας
,
τὸ
πνεῦμά
μου
παρ
'
ἐμοὶ
ἐγένετο
ὡς
ἱστὸς
ἐρίϑου
ἐγγιζούσης
ἐκτεμεῖν
.
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
παρεδόϑην
Verse: 13
ἕως
πρωὶ
ὡς
λέοντι
·
οὕτως
τὰ
ὀστᾶ
μου
συνέτριψεν
,
ἀπὸ
γὰρ
τῆς
ἡμέρας
ἕως
τῆς
νυκτὸς
παρεδόϑην
.
Verse: 14
ὡς
χελιδών
,
οὕτως
ϕωνήσω
,
καὶ
ὡς
περιστερά
,
οὕτως
μελετήσω
·
ἐξέλιπον
γάρ
μου
οἱ
ὀϕϑαλμοὶ
τοῦ
βλέπειν
εἰς
τὸ
ὕψος
τοῦ
οὐρανοῦ
πρὸς
τὸν
κύριον
,
ὃς
ἐξείλατό
με
Verse: 15
καὶ
ἀϕείλατό
μου
τὴν
ὀδύνην
τῆς
ψυχῆς
.
Verse: 16
κύριε
,
περὶ
αὐτῆς
γὰρ
ἀνηγγέλη
σοι
,
καὶ
ἐξήγειράς
μου
τὴν
πνοήν
,
καὶ
παρακληϑεὶς
ἔζησα
.
Verse: 17
εἵλου
γάρ
μου
τὴν
ψυχήν
,
ἵνα
μὴ
ἀπόληται
,
καὶ
ἀπέρριψας
ὀπίσω
μου
πάσας
τὰς
ἁμαρτίας
μου
.
Verse: 18
οὐ
γὰρ
οἱ
ἐν
ᾅδου
αἰνέσουσίν
σε
,
οὐδὲ
οἱ
ἀποϑανόντες
εὐλογήσουσίν
σε
,
οὐδὲ
ἐλπιοῦσιν
οἱ
ἐν
ᾅδου
τὴν
ἐλεημοσύνην
σου
·
Verse: 19
οἱ
ζῶντως
εὐλογήσουσίν
σε
ὃν
τρόπον
κἀγώ
.
ἀπὸ
γὰρ
τῆς
σήμερον
παιδία
ποιήσω
,
ἃ
ἀναγγελοῦσιν
τὴν
δικαιοσύνην
σου
,
Verse: 20
κύριε
τῆς
σωτηρίας
μου
·
καὶ
οὐ
παύσομαι
εὐλογῶν
σε
μετὰ
ψαλτηρίου
πάσας
τὰς
ἡμέρας
τῆς
ζωῆς
μου
κατέναντι
τοῦ
οἴκου
τοῦ
ϑεοῦ
.
Verse: 21
Καὶ
εἶπεν
Ησαιας
πρὸς
Εζεκιαν
Λαβὲ
παλάϑην
ἐκ
σύκων
καὶ
τρῖψον
καὶ
κατάπλασαι
,
καὶ
ὑγιὴς
ἔσῃ
.
Verse: 22
καὶ
εἶπεν
Εζεκιας
Τοῦτο
τὸ
σημεῖον
,
ὅτι
ἀναβήσομαι
εἰς
τὸν
οἶκον
κυρίου
τοῦ
ϑεοῦ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.