TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1038
Previous part

Chapter: 51 
Verse: 1    ᾽Ακούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόϑυνον τοῦ λάκκου, ὃν ὠρύξατε.
Verse: 2    
ἐμβλέψατε εἰς Αβρααμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σαρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήϑυνα αὐτόν.
Verse: 3    
καὶ σὲ νῦν παρακαλέσω, Σιων, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ ϑήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον κυρίου· εὐϕροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ ϕωνὴν αἰνέσεως.
Verse: 4    
ἀκούσατέ μου ἀκούσατε, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασϑε· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται καὶ κρίσις μου εἰς ϕῶς ἐϑνῶν.
Verse: 5    
ἐγγίζει ταχὺ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς ϕῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔϑνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν.
Verse: 6    
ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀϕϑαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι οὐρανὸς ὡς καπνὸς ἐστερεώϑη, δὲ γῆ ὡς ἱμάτιον παλαιωϑήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποϑανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ.
Verse: 7    
ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ ϕοβεῖσϑε ὀνειδισμὸν ἀνϑρώπων καὶ τῷ ϕαυλισμῷ αὐτῶν μὴ ἡττᾶσϑε.
Verse: 8    
ὥσπερ γὰρ ἱμάτιον βρωϑήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωϑήσεται ὑπὸ σητός· δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.
Verse: 9    
᾽Εξεγείρου ἐξεγείρου, Ιερουσαλημ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. οὐ σὺ εἶ
Verse: 10    
ἐρημοῦσα ϑάλασσαν, ὕδωρ ἀβύσσου πλῆϑος; ϑεῖσα τὰ βάϑη τῆς ϑαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις
Verse: 11    
καὶ λελυτρωμένοις; ὑπὸ γὰρ κυρίου ἀποστραϕήσονται καὶ ἥξουσιν εἰς Σιων μετ' εὐϕροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεϕαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐϕροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
Verse: 12    
ἐγώ εἰμι ἐγώ εἰμι παρακαλῶν σε· γνῶϑι τίνα εὐλαβηϑεῖσα ἐϕοβήϑης ἀπὸ ἀνϑρώπου ϑνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνϑρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνϑησαν.
Verse: 13    
καὶ ἐπελάϑου ϑεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ ϑεμελιώσαντα τὴν γῆν, καὶ ἐϕόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ ϑυμοῦ τοῦ ϑλίβοντός σε· ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ϑυμὸς τοῦ ϑλίβοντός σε;
Verse: 14    
ἐν γὰρ τῷ σῴζεσϑαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ·
Verse: 15    
ὅτι ἐγὼ ϑεός σου ταράσσων τὴν ϑάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, κύριος σαβαωϑ ὄνομά μοι.
Verse: 16    
ϑήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ἔστησα τὸν οὐρανὸν καὶ ἐϑεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιων Λαός μου εἶ σύ.
Verse: 17    
᾽Εξεγείρου ἐξεγείρου ἀνάστηϑι, Ιερουσαλημ πιοῦσα τὸ ποτήριον τοῦ ϑυμοῦ ἐκ χειρὸς κυρίου· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ ϑυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας.
Verse: 18    
καὶ οὐκ ἦν παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, καὶ οὐκ ἦν ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας.
Verse: 19    
δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συλλυπηϑήσεται; πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει;
Verse: 20    
οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καϑεύδοντες ἐπ' ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεϕϑον, οἱ πλήρεις ϑυμοῦ κυρίου, ἐκλελυμένοι διὰ κυρίου τοῦ ϑεοῦ.
Verse: 21    
διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεϑύουσα οὐκ ἀπὸ οἴνου·
Verse: 22    
οὕτως λέγει κύριος ϑεὸς κρίνων τὸν λαὸν αὐτοῦ ᾽Ιδοὺ εἴληϕα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ ϑυμοῦ, καὶ οὐ προσϑήσῃ ἔτι πιεῖν αὐτό·
Verse: 23    
καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλϑωμεν· καὶ ἔϑηκας ἴσα τῇ γῇ τὰ μετάϕρενά σου ἔξω τοῖς παραπορευομένοις.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.