TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1044
Chapter: 57
Verse: 1
῎Ιδετε
ὡς
ὁ
δίκαιος
ἀπώλετο
,
καὶ
οὐδεὶς
ἐκδέχεται
τῇ
καρδίᾳ
,
καὶ
ἄνδρες
δίκαιοι
αἴρονται
,
καὶ
οὐδεὶς
κατανοεῖ
.
ἀπὸ
γὰρ
προσώπου
ἀδικίας
ἦρται
ὁ
δίκαιος
·
Verse: 2
ἔσται
ἐν
εἰρήνῃ
ἡ
ταϕὴ
αὐτοῦ
,
ἦρται
ἐκ
τοῦ
μέσου
.
Verse: 3
ὑμεῖς
δὲ
προσαγάγετε
ὧδε
,
υἱοὶ
ἄνομοι
,
σπέρμα
μοιχῶν
καὶ
πόρνης
·
Verse: 4
ἐν
τίνι
ἐνετρυϕήσατε
;
καὶ
ἐπὶ
τίνα
ἠνοίξατε
τὸ
στόμα
ὑμῶν
;
καὶ
ἐπὶ
τίνα
ἐχαλάσατε
τὴν
γλῶσσαν
ὑμῶν
;
οὐχ
ὑμεῖς
ἐστε
τέκνα
ἀπωλείας
,
σπέρμα
ἄνομον
;
Verse: 5
οἱ
παρακαλοῦντες
ἐπὶ
τὰ
εἴδωλα
ὑπὸ
δένδρα
δασέα
,
σϕάζοντες
τὰ
τέκνα
αὐτῶν
ἐν
ταῖς
ϕάραγξιν
ἀνὰ
μέσον
τῶν
πετρῶν
.
Verse: 6
ἐκείνη
σου
ἡ
μερίς
,
οὗτός
σου
ὁ
κλῆρος
,
κἀκείνοις
ἐξέχεας
σπονδὰς
κἀκείνοις
ἀνήνεγκας
ϑυσίας
·
ἐπὶ
τούτοις
οὖν
οὐκ
ὀργισϑήσομαι
;
Verse: 7
ἐπ
'
ὄρος
ὑψηλὸν
καὶ
μετέωρον
,
ἐκεῖ
σου
ἡ
κοίτη
,
κἀκεῖ
ἀνεβίβασας
ϑυσίας
.
Verse: 8
καὶ
ὀπίσω
τῶν
σταϑμῶν
τῆς
ϑύρας
σου
ἔϑηκας
μνημόσυνά
σου
·
ᾤου
ὅτι
ἐὰν
ἀπ
'
ἐμοῦ
ἀποστῇς
,
πλεῖόν
τι
ἕξεις
·
ἠγάπησας
τοὺς
κοιμωμένους
μετὰ
σοῦ
Verse: 9
καὶ
ἐπλήϑυνας
τὴν
πορνείαν
σου
μετ
'
αὐτῶν
καὶ
πολλοὺς
ἐποίησας
τοὺς
μακρὰν
ἀπὸ
σοῦ
καὶ
ἀπέστειλας
πρέσβεις
ὑπὲρ
τὰ
ὅριά
σου
καὶ
ἀπέστρεψας
καὶ
ἐταπεινώϑης
ἕως
ᾅδου
.
Verse: 10
ταῖς
πολυοδίαις
σου
ἐκοπίασας
καὶ
οὐκ
εἶπας
Παύσομαι
ἐνισχύουσα
ὅτι
ἔπραξας
ταῦτα
,
διὰ
τοῦτο
οὐ
κατεδεήϑης
μου
Verse: 11
σύ
.
τίνα
εὐλαβηϑεῖσα
ἐϕοβήϑης
καὶ
ἐψεύσω
με
καὶ
οὐκ
ἐμνήσϑης
μου
οὐδὲ
ἔλαβές
με
εἰς
τὴν
διάνοιαν
οὐδὲ
εἰς
τὴν
καρδίαν
σου
;
κἀγώ
σε
ἰδὼν
παρορῶ
,
καὶ
ἐμὲ
οὐκ
ἐϕοβήϑης
.
Verse: 12
κἀγὼ
ἀπαγγελῶ
τὴν
δικαιοσύνην
μου
καὶ
τὰ
κακά
σου
,
ἃ
οὐκ
ὠϕελήσουσίν
σε
.
Verse: 13
ὅταν
ἀναβοήσῃς
,
ἐξελέσϑωσάν
σε
ἐν
τῇ
ϑλίψει
σου
·
τούτους
γὰρ
πάντας
ἄνεμος
λήμψεται
καὶ
ἀποίσει
καταιγίς
.
οἱ
δὲ
ἀντεχόμενοί
μου
κτήσονται
γῆν
καὶ
κληρονομήσουσιν
τὸ
ὄρος
τὸ
ἅγιόν
μου
.
Verse: 14
καὶ
ἐροῦσιν
Καϑαρίσατε
ἀπὸ
προσώπου
αὐτοῦ
ὁδοὺς
καὶ
ἄρατε
σκῶλα
ἀπὸ
τῆς
ὁδοῦ
τοῦ
λαοῦ
μου
.
Verse: 15
Τάδε
λέγει
κύριος
ὁ
ὕψιστος
ὁ
ἐν
ὑψηλοῖς
κατοικῶν
τὸν
αἰῶνα
,
ἅγιος
ἐν
ἁγίοις
ὄνομα
αὐτῷ
,
κύριος
ὕψιστος
ἐν
ἁγίοις
ἀναπαυόμενος
καὶ
ὀλιγοψύχοις
διδοὺς
μακροϑυμίαν
καὶ
διδοὺς
ζωὴν
τοῖς
συντετριμμένοις
τὴν
καρδίαν
Verse: 16
Οὐκ
εἰς
τὸν
αἰῶνα
ἐκδικήσω
ὑμᾶς
οὐδὲ
διὰ
παντὸς
ὀργισϑήσομαι
ὑμῖν
·
πνεῦμα
γὰρ
παρ
'
ἐμοῦ
ἐξελεύσεται
,
καὶ
πνοὴν
πᾶσαν
ἐγὼ
ἐποίησα
.
Verse: 17
δι
'
ἁμαρτίαν
βραχύ
τι
ἐλύπησα
αὐτὸν
καὶ
ἐπάταξα
αὐτὸν
καὶ
ἀπέστρεψα
τὸ
πρόσωπόν
μου
ἀπ
'
αὐτοῦ
,
καὶ
ἐλυπήϑη
καὶ
ἐπορεύϑη
στυγνὸς
ἐν
ταῖς
ὁδοῖς
αὐτοῦ
.
Verse: 18
τὰς
ὁδοὺς
αὐτοῦ
ἑώρακα
καὶ
ἰασάμην
αὐτὸν
καὶ
παρεκάλεσα
αὐτὸν
καὶ
ἔδωκα
αὐτῷ
παράκλησιν
ἀληϑινήν
,
Verse: 19
εἰρήνην
ἐπ
'
εἰρήνην
τοῖς
μακρὰν
καὶ
τοῖς
ἐγγὺς
οὖσιν
·
καὶ
εἶπεν
κύριος
᾽Ιάσομαι
αὐτούς
.
Verse: 20
οἱ
δὲ
ἄδικοι
οὕτως
κλυδωνισϑήσονται
καὶ
ἀναπαύσασϑαι
οὐ
δυνήσονται
.
Verse: 21
οὐκ
ἔστιν
χαίρειν
τοῖς
ἀσεβέσιν
,
εἶπεν
κύριος
ὁ
ϑεός
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.